Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

δ’ ἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν εἰκοστὴν πρώτην· ἐμπίπτουσιν. ἐπεὶ δ’ οὐ μόνον ἡ περίοδος τῆς σελήνης, ἀλλὰ καὶ ὁ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἔχει τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ ἡ κατὰ τὸν ζωδιακὸν περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν πραγμάτων, ὁ δ’ αὖ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἀλλοιῶν τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ τοῦτ’ εἰκότως ἡ ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπροσθεν εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς ἔτ’ ἄκριτον ἦν τὸ περιέχον, εἴτ’ ἀπὸ τῶν κθ΄ καὶ ἡμισείας, ὁ λοιπὸς χρόνος, ἐν ᾧ σαφὲς ἔχει φῶς ἡ σελήνη, κατὰ μὲν τὸν πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]