Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπιστημονικὴν ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι. καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις τις χρώμενος ψυχρολογίαις, εἴτ’ ἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν, εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς ἐπειδὰν ἢ περὶ τῆς ἑβδομάδος, ἢ περί τινος ἄλλου λέγωσιν, οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευριτικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δ’ ὅμοιον, εἰ ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλλοτε δὲ πεμπταῖος ἐκρίθη. ἀλλ’ ὥσπερ κᾀν τοῖς ἄλλοις ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν ἡ φύσις, ὑπερβολή 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]