De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἀλλ’ ὅτι μὲν, εἴπερ ταῦθ’ οὕτως φαίνεται, μεγίστη διαφορὰ τῶν ἡμερῶν ἐστι πρὸς ἀλλήλας οὐδεὶς ἀντιλέξει.
Φήσει δ’ ἴσως τις μηδὲν ἀληθὲς εἶναι τῶν εἰρημένων, ἀλλ’ ἡμᾶς ἀργύριον εἰληφότας παρὰ τῶν κρισίμων ἐπεισάγειν αὐτὰς τοῖς κατ’ ἰατρικὴν πράγμασιν ὥσπέρ τινας νόθους παῖδας εἰσποιοῦντας γένει γνησίῳ. τί γὰρ ἂν καὶ παθόντες καταψευδοίμεθα τῶν φαινομένων ἄλλό γε ἢ ἀργυρίῳ δελεασθέντες; οὐ γὰρ δὴ κατὰ γένος γε ἡμῖν αἱ κρίσιμοι προσήκουσιν, ἢ πολίτιδες, ἡ συνήθεις εἰσὶν, ἵν’ αὐταῖς χωρὶς μισθοῦ βοηθῶμεν. τί γὰρ ἂν εἴη καὶ βέλτιον ἢ ἐκείναις κρισίμοις εἶναι νομισθείσαις, ἢ ἡμῖν, ὡς εἰσὶν, ἀποδείξασιν; ἀλλ’ ὥσπερ καὶ τἄλλα τὰ διὰ τῆς πείρας γνωσθέντα δηλοῦμεν ἀδεκάστως, ἀδικώτατον εἶναι νομίζοντες ἐγκαλύπτειν τἀληθὲς, οὕτω καὶ τὰς τῶν ἡμερῶν διαφορὰς, ἃς πολλάκις ἐθεασάμεθα, λέγομεν ὡς εἴδομεν. ὅταν δὲ καὶ τοὺς ἀρίστους ἰατρούς τε ἅμα καὶ ἀνθρώπους, ἄμφω γάρ ἐστον οἱ περὶ τὸν Διοκλέα τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὴν αὐτὴν ὑπὲρ τῶν αὐτῶν εὑρίσκωμεν
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]