Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

αὐτὰς τῶν μήτε συνεισφερουσῶν τι μήτε τοῖς πολλοῖς τῶν κριτικῶν σημείων συντρεχουσῶν ἀποκρινοῦμεν ὡς ἰδίαν μὲν ἐκείνων τὴν φύσιν, ἰδίαν δὲ τούτων ἐχουσῶν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. πάλιν οὖν ἀποχωρήσαντες τῶν λυμαινομένων τοῖς καλλίστοις τῆς τέχνης σοφιστῶν, ἀναμνησθέντες τε τῆς προγεγραμμένης ὑποθέσεως ὀλίγον ἔμπροσθεν, ἕνεκα σαφοῦς διδασκαλίας, τὸν ἄῤῥωστον ἐκεῖνον, ὃν συνεχῶς μὲν πυρέσσοντα, διὰ τρίτης δὲ παροξυνόμενον, εἰς τὴν ἑνδεκάτην ἡμέραν ἀγαγόντες τῷ λόγῳ, κριτικὸν ἐν τοῖς οὔροις ὑπεθέμεθα σημεῖον ἐσχηκέναι, κᾄπειτα διὰ τῆς τεσσαρεσκαιδεκάτης κεκρίσθαι, νῦν μηκέθ’ οὕτως, ἀλλ’ ἔτ’ ἂν ἄκριτον εἰς τὴν πεντεκαιδεκάτην ἀγαγόντες νύκτα, τὸν ἐν ταύτῃ παροξυσμὸν ὁμοίως μὲν εἰσβαλόντα μετὰ ῥίγους, ὡσαύτως δὲ ἱδρῶτι κρινόμενον ὑποθώμεθα κατὰ τὴν ἑκκαιδεκάτην ἡμέραν, ἵν’ ἐναργῶς μάθωμεν ὅσην τινὰ δύναμιν ἡμέρα κρίσιμος ἔχῃ. πρῶτον μὲν γὰρ οὐδ’ ἂν καλῶς ὁ τοιοῦτος ἱδρώσειεν, οὐδ’ ἂν τελέως ἀπύρετος γένοιτο κατ’ ἐκείνην τὴν ἡμέραν. εἰ δ’ ἄρα τι καὶ παράδοξον

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]