Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

λέγειν ἑβδομαῖον, ἢ τεσσαρεσκαιδεκαταῖον κεκρίσθαι νόσημα, κατ’ ἄλλην δέ τινα τῶν ἡμερῶν, ἥτις ἂν ὅλην τὴν κρίσιν ἐν αὐτῇ περιλάβοι. εἰ μέντοι μηδεμιᾶς ἐπιδήλου προγεγενημένης ἐξαίφνης γένοιτο κρίσις ἐφαπτομένη δυοῖν ἡμερῶν, εἰς ταῦτα ἀποβλέπων τὰ γνωρίσματα διορίζεσθαι ποτέρας αὐτῶν ἔστ’ εἰς τὴν τῶν παροξυσμῶν ἀναλογίαν, εἰς τὴν τῶν ἡμερῶν φύσιν, εἰς τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, εἰς αὐτὸν τὸν χρόνον τῆς κρίσεως. εἰς μὲν τὴν τῶν παροξυσμῶν ἀναλογίαν ᾧδε· ταῖς μὲν περιτταῖς ἡμέραις μᾶλλον πονοῦντος τοῦ κάμνοντος οἰκειοτέρα τῆς περιττῆς ἡμέρας ἡ κρίσις, ὥσπερ εἰ καὶ ταῖς ἀρτίαις, ἐκείνης ἴδιος· ἐν γὰρ τοῖς παροξυσμοῖς αἱ κρίσεις γίνονται τοὐπίπαν. εἰς δ’ αὐτὴν τῶν ἡμερῶν τὴν φύσιν ᾧδέ πως· εἴπερ ἀμφισβητοῖτο πότερον ἐννάτης ἐστὶν ἡμέρας, ἢ δεκάτης ἡ κρίσις, εἰ μὲν γὰρ ἀγαθὴ καὶ τελεία καὶ ἀκίνδυνος, ἐννάτης μᾶλλόν ἐστιν· εἰ δ’ ἀτελὴς καὶ φαύλη καὶ κινδυνώδης, δεκάτης. εἰς δὲ τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, ἐπειδὴ τρεῖς ἦσαν οὗτοι, ἡ ἀρχὴ τοῦ κριτικοῦ παροξυσμοῦ, ἡ ἀρχὴ τοῦ κριτικοῦ κινήματος, τὸ τέλος αὐτὸ τῆς κρίσεως,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]