De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἕκαστον ἰδίᾳ τῶν πραγμάτων· ἐνίοτε δὲ ταῖς ὀνομαζομέναις
ἐλλειπτικαῖς ἑρμηνείαις χρώμενοι κρίσεις ὀνομάζομεν ἁπάσας
τὰς τέσσαρας διαφορὰς, παραλιπόντες προσθεῖναι τὸ κακὴν
ἢ ἀτελῆ. καὶ ὡς τοῦτο τὸ τῆς ἐλλιποῦς ἑρμηνείας ἱκανῶς ἐστι
σύνηθες ἅπασιν ἀνθρώποις εἴρηται μὲν ἐπὶ πλέον ἐν ἑτέροις,
εἰρήσεται δὲ καὶ νῦν ὅσον ἐξαρκεῖ πρὸς τὰ παρόντα. χοίνικα
γοῦν καὶ πῆχυν καὶ πόδα καὶ τῶν ἄλλων τι μέτρων, οὔτ’ ἐπειδὰν
ᾖ τι μεῖζον τοῦ δέοντος οὔτ’ ἐπειδὰν ἔλαττον, οὕτως
ὀνομάζειν προσῆκεν, ἐπειδὴ ποσοῦ τινος ὡρισμένου τῶν ὀνομάτων
τῶν τοιούτων ἕκαστόν ἐστι δηλωτικόν. ἀλλ’ ὅμως καὶ
τὴν ἐλάττονα καὶ τὴν μείζονα τοῦ δέοντος ἔστιν ὅτε χοίνικα
προσαγορεύομεν. ὡσαύτως δὲ καὶ τὸν πῆχύν τε καὶ τὸν πόδα
καὶ τῶν ἄλλων ἕκαστον. ἀλλ’ ὅταν ἀκριβῶς ἑρμηνεύωμεν, οὐ
πῆχυν ἁπλῶς, ἀλλὰ μέγαν πῆχυν καὶ μικρὸν ὀνομάζομεν, ἁπλῶς
δὲ τὸν δίκαιον μόνον. ἔστι δ’ ὅτε καὶ ἐξόχως καθ’ ὑπεροχὴν
ἔνια τὴν τοῦ γένους ὅλου προσηγορίαν σφετερίζεται, ὥσπερ
καὶ παρὰ τῷ ποιητῇ λέγεσθαί φαμεν τόδε τι, οὐκ ἂν οὐδενὸς
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]