Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἕκαστον τῶν εἰρημένων ἐπὶ τῶν ἀῤῥώστων, ἀλλ’ οὐδ’ αὐτὴν τὴν θεωρίαν ἐκμαθεῖν ὑπομένοι.

Γενναῖος δέ τις καὶ ἀληθείας ἑταῖρος καὶ ταλαιπωρεῖν ἐπὶ τοῖς καλοῖς οὐκ ὀκνῶν, οὔτε τῶν θεωρημάτων τὸ χαλεπὸν οὔτε τοῦ χρόνου τὸ μῆκος· οὔτε τῆς ἀσκήσεως τὸν πόνον ὑπειδόμενος, ἐπὶ τὸ τέλειον ἀφίξεται τῶν εἰρημένων, ὡς μὴ μόνον ἡμέραν ἔχειν εἰπεῖν βεβαίως ἐνίοτε, ἀλλὰ καὶ τὴν ὥραν αὐτὴν ἐν ᾗ κριθῆναί τινα τῶν νοσούντων, ἢ ἀποθανεῖν ἀναγκαῖον. ἐπειδὰν γὰρ προγνῷς τὴν ἡμέραν ἐνίοτε εἰ οὕτως ἔτυχε τὴν τοῦ θανάτου, σκοπεῖσθαι χρὴ τοὐντεῦθεν ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνεται μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ εὐθὺς εἰσβάλλοντος αὐτοῦ καταψύχοιτό τε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους μέχρι πλείστου μένοι καὶ μικρόσφυκτος, ᾒ ἄσφυκτος καὶ κακόσφυκτος γένοιτο καὶ κινηθῆναι νωθρὸς, ἢ ἀδύνατος, ἢ καὶ κωματώδης, ἤ τι τοιοῦτον ἕτερον πάσχει, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρόν. εἰ δ’ οὗτος μὲν μέτριος εἴη, περὶ δὲ τὴν ἀκμὴν ἤτοι παραπαίοντα τὸν ἄῤῥωστον, ἢ καταφερόμενον,

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]