Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἢ ἀλύοντα βλέποις, ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομένοντα, διακαιόμενον δὲ σφοδρῶς καὶ σκοτοδινιῶντα καὶ κεφαλὴν ἀλγοῦντα καὶ καρδιώσσοντα καί τι τοιοῦτον ἕτερον πάσχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρόν. εἰ δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίως γινομένων ἡ παρακμὴ λειποψυχίας τινὰς καὶ ἱδρῶτας ἀνωμάλους καὶ ψυχροὺς, ἢ περὶ κεφαλὴν μόνον, ἢ τράχηλον, ἢ στέρνον ἐπιφέροι καὶ τοὺς σφυγμοὺς ἀμυδρούς τε καὶ μικροὺς ἐργάζοιτο καὶ τὰ τούτοις ὅμοια, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρὸν, εἰδέναι τε σαφῶς ἐν τῷ χειρίστῳ τοῦ παροξυσμοῦ καιρῶ τεθνήξεσθαι τὸν ἄνθρωπον. καὶ μὴν εἰ τοῦτο διορισθείη τε καὶ γνωσθείη σαφῶς, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ τὴν ὥραν εἰπεῖν τοῦ θανάτου. εἰ γὰρ καὶ τῆς δευτέρας ἡμέρας εἰ τύχοι καὶ τῆς τετάρτης τὸν σφοδρότατον παροξυσμὸν ἐνεγκούσης ἤπερ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη, φαίνοιτο δὲ καὶ τὸ χαλεπώτατον μέρος τοῦ παροξυσμοῦ κατὰ τὴν εἰσβολὴν αὐτοῦ, καὶ τοῦτο ὥραν ἕκτην γένοιτο, οὔ τι χαλεπὸν ἐν ἐκείνῳ τῷ καιρῷ τεθνήξεσθαι τὸν ἄνθρωπον εἰπεῖν καὶ τοῦτ’ ἔστιν ὃ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]