De Uteri Dissectione (On the Anatomy of the Uterus)
Kühn 1821
κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον ἡ κύστις μήτρας ὑπερέχει τῷ
αὐχένι. αὐτῶν δὲ γυναικῶν ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον
τέτακται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον
ἔχουσα τῆς ἀνδρώας κύστεως, μεταξὺ τῶν τῆς ἥβης καλουμένων
ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς
τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ. τὸ δὲ ἀπευθυσμένον
τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος
σπονδύλων ἐφίδρυται. καὶ γάρ πως καὶ σιμοῦται τὰ ἔνδον
ἡ ῥάχις κατὰ τοῦτο, διὸ καὶ ἔξωθεν κυρτὴ καταφαίνεται,
ὥς που καὶ Ἱπποκράτης περὶ αὐτῆς εἶπεν. αὕτη δὲ ἡ
ῥάχις κατὰ μῆκος ἰθυσκολία ἐστὶν, ἀπὸ μὲν τοῦ ἱεροῦ
ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου, παρ’ οὗ προσήρτηται
ἡ τῶν σκελῶν πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε
γὰρ καὶ γονὴ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ ἔγκειται.
ἀρχὸν μὲν οὖν λέγω τὸ ὅλον ἀπευθυσμένον, καὶ χαλαρὸν
δὲ ἀρχοῦ τὸ κάτω μέρος τοῦ ἀπευθυσμένου, ἔνθα
καὶ μάλιστα ἀνευρύνεται. καὶ ἐστιν ἐπὶ τέλει αὐτοῦ ὁ
καλούμενος σφιγκτὴρ, πρὸς ὃν, οἶμαι, ἀντιδιαστέλλων
Work
Title: De Uteri Dissectione
English: On the Anatomy of the Uterus
Original: Περὶ μήτρας ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 887-908
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_031.xml [42 Kb]