Digital Corpus for Graeco-Arabic Studies

Galen: De Uteri Dissectione (On the Anatomy of the Uterus)

Kühn 1821

τὸ πέρας τοῦ αὐχένος· ὥστε, τῆς μήτρας τοῖς μὲν συμφυομένης, τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης, καὶ τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων, πρὸς μὲν τράχηλον κύστεως καὶ ἀπευθυσμένου κατὰ τὸ αἰδοῖον, ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ συμφύεσθαι λέγοιτ’ ἂν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι καὶ ἐξηρτῆσθαι λέγοιτο, μυελοῦ δὲ νωτιαίου καὶ τῶν κατ’ ὀσφὺν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι, ἀρτηρίαις δὲ καὶ φλεψὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι καὶ τρέφεσθαι. πῶς οὖν ἔχουσι μεγέθους τε καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσι, καὶ πόθεν πεφύκασιν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη λέγειν.

Ἀπὸ τῆς κοίλης φλεβὸς καὶ τῆς ἐπικειμένης ἀρτηρίας τῆς μεγάλης ἀποφύονται δύο μὲν φλέβες, δύο δὲ ἀρτηρίαι, μία ἑκατέρωθεν, φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβὸς,

Work

Title: Galen: De Uteri Dissectione
English: On the Anatomy of the Uterus
Original: Περὶ μήτρας ἀνατομῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 887-908

Publisher: Cnobloch, Leipzig

Download