
De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ὃν ἐνέβαλε τὸ νεῦρον, ἀναίσθητόν τε καὶ ἀχρεῖον εἰς τὰς
κινήσεις ἔσχον. οὕτως ἄρα μεγάλη τις δύναμις ἐν τοῖς νεύροις
ἐστὶν, ἄνωθεν ἀπὸ τῆς μεγάλης ἀρχῆς ἐπιῤῥέουσα· οὐ
γὰρ δὴ ἐξ αὑτῶν γε οὐδὲ σύμφυτον αὐτὴν ἔχει. γνοίης δ’
ἂν τῷδε μάλιστα, εἰ τέμῃς τῶν νεύρων τούτων ὁτιοῦν ἢ
τὸν νωτιαῖον αὐτόν. ὅσον μὲν γὰρ ἀνωτέρω τῆς τομῆς
συνεχὲς ἐγκεφάλῳ, τοῦτο μὲν ἔτι διασώσει τὰς τῆς ἀρχῆς
δυνάμεις, τὸ κατωτέρω δὲ πᾶν οὔτ’ αἴσθησιν οὔτε κίνησιν
οὐδενὶ χορηγεῖν δυνήσεται. λόγον οὖν ὀχετῶν ἔχοντα
τὰ νεῦρα καθάπερ ἔκ τινος πηγῆς τοῦ ἐγκεφάλου τοῖς μυσὶ
παράγονται τὰς δυνάμεις. ἐπειδὰν πρῶτον δ’ αὐτοῖς ὁμιλήσῃ,
σχίζεται πολυειδῶς ἄλλην ἐπ’ ἄλλῃ σχίσιν, καὶ τέλος εἰς
λεπτὰς καὶ ὑμενώδεις ἶνας ὅλα λυθέντα πᾶν οὕτω τὸ τοῦ
μυὸς σῶμα διαπλέκει. οἱ δ’ αὖ σύνδεσμοι, καθ’ οὓς τοῖς
ὀστοῖς οἱ μύες συνδοῦνται καὶ συμφύονται, τούς θ’ ὑμένας
τοὺς ἀμφ’ αὐτοὺς γεννῶσι, καί τινας εἴσω διαφύσεις εἰς αὐτὴν
τὴν σάρκα τῶν μυῶν πέμπουσιν, ἣν ὥσπερ τινὰ χώραν
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]