
De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
μοι νόει πολλοῖς ὀχετοῖς ἀρδευομένην, ἑνὶ μὲν τῷ πρόσθεν
εἰρημένῳ τῷ νεύρῳ, δύο δ’ ἄλλοις, τῷ μὲν αἵματος θερμοῦ
καὶ λεπτοῦ καὶ ἀτμώδους, τῷ δὲ ψυχροτέρου τε καὶ
παχυτέρου. καλεῖται δ’ αὐτῶν τὸ μὲν ἀρτηρία, τὸ
δὲ φλέψ. οὗτοι μὲν οὖν οἱ ὀχετοὶ τὴν ἀρχὴν ἀπὸ καρδίας
καὶ ἥπατος ἔχοντες, τὸ σῶμα τῶν μυῶν ἄρδουσι, καὶ διὰ
τούτους οὐκέτι χώρα τις ἁπλῶς, ἀλλ’ οἷον φυτὸν ὁ μῦς γίνεται,
διὰ δὲ τὸν τρίτον ὀχετὸν τὸν ἀπὸ τῆς μεγάλης ἀρχῆς
οὐ φυτὸν, ἀλλ’ ἤδη κρεῖττον φυτοῦ, προσλαβὼν αἴσθησίν
τε καὶ κίνησιν τὴν καθ’ ὁρμὴν, οἷς τὸ ζῶον τοῦ μὴ
ζώου διαφέρει. διὰ ταύτας οὖν τὰς δυνάμεις ὄργανον ψυχικὸν
ὁ μῦς ἐγένετο, καθάπερ δι’ ἀρτηρίαν καὶ φλέβα φυσικόν.
καὶ γὰρ οὖν καὶ τῶν κινήσεων αἱ μὲν ἀρτηρίας τε
καὶ φλεβὸς φυσικαί τε καὶ χωρὶς ὁρμῆς, αἱ δὲ τῶν μυῶν
ψυχικαί τε καὶ μεθ’ ὁρμῆς. εἴτε δὲ μετὰ προαιρέσεως λέγοις
τὰς τῶν μυῶν γίνεσθαι κινήσεις, ἢ ἑκουσίως, ἢ μετὰ
βουλήσεως, οὐδὲν διοίσει. ἑνὸς γὰρ ἐν ἅπασι τούτοις ἐστοχάσθαι
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]