De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ἱκανοῖς. ἅπερ δ’ ἐπὶ τῶν σκίῤῥων, ταῦτα κᾀπὶ τῶν φλεγμονῶν
ὁρᾶται γιγνόμενα. καὶ γὰρ καὶ μύες καὶ τένοντες
φλεγμῄναντες πολλάκις, ἐφ’ ἑαυτοὺς τείναντες τὸ κῶλον,
ἀκίνητον εἰργάσαντο. καὶ σκληρότης δ’ οὐλῶν οὐδὲν ἧττον
τῶν προκειμένων παθῶν πολλάκις ἐπέδησεν αὐτό. φαίνεται
γοῦν ταῦτ’ αὐτῷ συμβαίνειν ἅπαντα, καὶ τούτων οὐδὲν ἧττον
τὰ λεχθησόμενα, μετὰ τοῦ καὶ πολλὰς ἄλλας ἀπορίας
διαλύεσθαι. θαυμαστὸν γὰρ ἐδόκει καὶ σχεδὸν ἀδύνατον,
ἕνα τρόπον κινήσεως ἐχόντων ἁπάντων τῶν μυῶν, ἓν κῶλον,
τὴν χεῖρα, ποτὲ μὲν ἐκτείνεσθαι, ποτὲ δὲ κάμπτεσθαι,
ποτὲ δ’ ἑκατέρωσε περιάγεσθαι, καὶ ποτὲ μὲν ἀνατείνεσθαι,
ποτὲ δὲ κάτω καθίεσθαι, ποτὲ δ’ εἰς τοὐπίσω
πρὸς τὴν ῥάχιν ἐπιστρέφεσθαι. ἀλλ’ οὐκέτι θαυμαστὸν
οὐδὲν τῶν τοιούτων φαίνεται, γνόντων ἡμῶν, τὸ μὲν
ἀνατείνεσθαι καὶ καθίεσθαι τὴν χεῖρα τοῦ κατὰ τὸν
ὦμον ἄρθρου καὶ τῶν κινούντων αὐτὸν μυῶν ἐνέργειαν
εἶναι, τὸ δ’ ἐκτείνεσθαι καὶ κάμπτεσθαι τοῦ κατ’ ἀγκῶνα
πήχεως, τὸ δ’ ἐπὶ τὸ πρηνὲς ἢ τὸ ὕπτιον στρέφεσθαι
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]