De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
δ’ αὐτοὺς οὐ λεκτέον; καὶ μὴν, εἰ τοῦτ’ εὐλαβησόμεθα λέγειν,
οὐδ’ ἐνεργεῖν αὐτοὺς ῥητέον. ἄτοπον γὰρ ὅτι μὲν
ἐνεργοῦσιν ὁμολογεῖν κατὰ τὴν σύμφυτόν τε καὶ οἰκειοτάτην
ἐνέργειαν, ὅτι δὲ κινοῦνται, οὐκέθ’ ὁμολογεῖν. καὶ
μὴν οὐ φαίνονται κινούμενοι. τί γὰρ καὶ οὐ χρὴ τὰ ἐναντία
τιθέναι, κᾂν ὅτι μάλιστα χαλεπὴ καὶ δυσδιαίρετος
αὐτῶν ἡ μάχη γίνηται; εἰ μὲν γὰρ ἀπορίας ἐρῶντες ἐπεχειροῦμεν
εἰς τἀναντία, κακῶς ἂν ἐδρῶμεν· ἐπεὶ δὲ οὐ
τῶν, ἵνα μηδὲν εὑρεθῇ, διὰ τοῦτο ἀπορίας ἐσμὲν κινούντων,
ἀλλὰ τῶν, ἵν’ ἀκριβῶς εὑρεθῇ, διὰ τοῦτο πανταχόσε
περισκεπτομένων, ἑτοίμως χρὴ πᾶν τὸ ἀντιπίπτον εἰς τὸ
μέσον ἐκφέρειν μηδὲν ὑποστελλομένους. διότι μὲν γὰρ
ἐνεργοῦσιν οἱ μύες, διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν·
διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον, οὗ μέρος εἰσὶν, οὔτ’ αὐτοὶ
κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν
οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν
ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]