De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ἔστωσαν αἱ σειραὶ τὰς χώρας τῶν ἀντιτεταγμένων μυῶν,
τῶν ἐκτείνειν καὶ κάμπτειν τὸ κῶλον πεφυκότων, κατειληφυῖαι,
τηνικαῦθ’ ἑκατέρας παντελῶς ἐλευθερουμένης τῆς ἐντάσεως,
ἡνίκα ἔσχατον ἔχει τὸ κῶλον σχῆμα, ἡ μὲν ἐκτὸς, ὅταν
ἀκριβῶς ἐκτεταμένον ᾖ, ἡ δ’ ἐντὸς, ἐπειδὰν κεκαμμένον.
τούτων ᾧδε κατασκευασθέντων, πρόδηλον, ὅτι τῶν σειρῶν
ἑκατέρα πρὸς μὲν τῶν ἡμετέρων ἑλκομένη χειρῶν εἰς ἐσχάτην
ἔκτασιν ἢ καμπὴν ἄγει τὴν τῶν ὀστῶν σύνταξιν, αὗται
δὲ καθ’ ἑαυτὰς ἀφεθεῖσαι, μέσον σχῆμα τῆς τῶν ὀστῶν
συνθέσεως ἐνεργήσασαι, τοῦ λοιποῦ μένουσιν ἡσυχάζουσαι.
προσέχειν δὲ δεῖ τὸν νοῦν μὴ παρέργως αὐτῷ τῷ σχήματι·
τὸ μέσον γὰρ ἀκριβῶς τοῦτό ἐστιν ἐσχάτης ἐκτάσεως καὶ
συστολῆς. εἰ μέντοι τὴν ἑτέραν τῶν σειρῶν ἐπιτέμοις μὲν
κατά τι, μὴ διατέμοις δ’ ὅλην, βραχὺ παντελῶς ἐπὶ θάτερα
τοῦ μέσου σχήματος μεταστήσεις τῶν ὀστῶν τὴν σύνταξιν·
εἰ δὲ καὶ διατέμοις ἅπασαν, ἐπὶ πλέον μὲν,
οὐ μὴν ὥστ’ εἰς ἔσχατον ἐλθεῖν σχῆμα. τὰ γὰρ δὴ ἔσχατα
σχήματα μετὰ τοῦ ταῖς χερσὶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἕλκειν
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]