De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ὅταν ἀπολυθῶσι τοῦ πρὸς τὰς κεφαλὰς τῶν κώλων δεσμοῦ,
δῆλον ἡμῖν ἐγένετο πεφυκέναι μὲν αὐτοὺς, ὅσον ἐπὶ τῇ κατασκευῇ,
συστέλλεσθαι τελέως, δι’ ἄλλο δέ τι κωλύεσθαι.
τί δ’ ἦν τὸ κωλῦον ζητοῦντες, προσεχῶς μὲν τὸν
δεσμὸν εὕρομεν. οὗ γὰρ ἀποκοπέντος εἰς ἔσχατον συνεστέλλοντο,
τοῦτο τοῦ μὴ συστέλλεσθαι πρότερον αἴτιον ἐτιθέμεθα.
τὸν δεσμὸν δ’ οὐχ ἁπλῶς, ὅτι δεσμός ἐστι, διὰ
τοῦτο κωλύονθ’ εὕρομεν συστέλλεσθαι τοὺς μῦς, ἀλλ’ ὅτι
καταφύεται εἰς ὀστοῦ κεφαλὴν εἰς τἀναντία μέρη τεινομένην.
καὶ διὰ τοῦτο εὐπορήσαμεν αἰτίας δευτέρου φαινομένου,
τοῦ τὸ μέσον σχῆμα λαμβάνειν τὰ κῶλα, μηδετέρου τῶν
μυῶν ὑπὸ τῆς ψυχικῆς δυνάμεως κινουμένου. τρίτον δ’
ἦν ἐπὶ τούτοις φαινόμενον τὸ κάμπτεσθαι καὶ συστέλλεσθαι
ἢ ἐκτείνεσθαι τηνικαῦτα τὸ κῶλον, ὅταν τὸν
μῦν τὸν ἕτερον μόνον ἡ προαίρεσις κινῇ· νικᾶσθαι
γὰρ ἐν τούτῳ τὸν ἕτερον καὶ συνεκτείνεσθαι βιαίως
ἀναγκάζεσθαι τῷ σύμπαντι κώλῳ. φέρε δὴ πρὸς τούτοις
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]