
De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ἔτι μέμνηται; ὡς γὰρ, εἰ μηδ’ ὅλως ἐμνημονεύομεν, οὐκ ἂν
οἷοί τ’ ἦμεν ὑπὲρ οὐδενὸς διασκέψασθαι τῶν γεγονότων,
οὕτως ἐν οἷς μὴ μνημονεύομεν οὐκ ἴσμεν, ὁποῖά ποτ’ ἦν.
φυλάττεσθαι γὰρ αὐτὰ τῇ μνήμῃ χρὴ πρότερον, ἵν’, ὁποῖ’
ἄττα τὴν φύσιν ἐστὶν, ἑξῆς ἐπισκεπτώμεθα. θαυμαστὸν
οὖν οὐδὲν ἐμοὶ γοῦν φαίνεται τὸ τῆς ὁρμῆς ἐνεργούσης περὶ
τὴν ἀναπνοὴν ἐν τοῖς ὕπνοις, ἐπειδὰν ἐξαναστῶμεν, οὐκ ἔχειν
ἡμᾶς εἰπεῖν, εἰ κατὰ προαίρεσιν ἀναπνέομεν, ἀλλ’ ὅμοιον τῷ καὶ
τοὺς πόδας καὶ τὰς χεῖρας ἐν τοῖς ὕπνοις κινήσαντι καὶ
φθεγξαμένῳ τι, κᾄπειτα ἐπιλελησμένῳ, ἄνευ προαιρέσεως λέγειν
γίνεσθαι τήν τε τῶν κώλων κίνησιν καὶ τὴν φωνήν. καὶ
γὰρ δὴ καὶ οἱ παραπαίοντες λαλοῦσί τε καὶ βαδίζουσι, καὶ
πάσας τὰς καθ’ ὁρμὴν κινοῦνται κινήσεις· ἀλλ’ οὐδ’ οὗτοι
παυσάμενοι τῆς παρανοίας ὧν ἔπραξαν ἔτι μέμνηνται.
τρισκαίδεκα γοῦν ἡμέραις οἶδά τινα παραπαίσαντα τόνδε τὸν
τρόπον. ᾤετο μὲν Ἀθήνῃσιν, οὐκ ἐν Ῥώμῃ, κατακεῖσθαι.
συνεχῶς δὲ τὸν συνήθη παῖδα καλῶν, ἐκέλευέν οἱ τὰ πρὸς
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]