De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
τρίτην τινὰ ἴσχει κίνησιν ἑτέραν, ὥσπερ οὐδ’ οἱ κροταφῖται
μύες· ἐναργῶς γὰρ καὶ τούτων ἑκατέρῳ δύο κινήσεις εἰσίν.
εἰ δὲ τὸ κῶλον ὅλον εἰς ἓξ τόπους μεταφέρουσιν οἱ μύες,
οὐδὲν τοῦτό γε ἀπόρημα πρὸς τὸ μὴ οὐ καθ’ ἕκαστον αὐτῶν
διττὴν εἶναι τὴν κίνησιν. εἰ μὲν γὰρ εἷς μῦς ἐκίνει τὸ
κῶλον ὅλον, ἀναγκαῖον ἂν ἦν, ὅσαι περ αἱ τοῦ κώλου, τοσαύτας
εἶναι καὶ τὰς τοῦ μυὸς κινήσεις. ἐπεὶ δ’ οὐ μόνον
ἓξ, ἀλλὰ καὶ πολὺ πλείους εἰσὶν ἑκάστῳ τῶν κώλων οἱ
μύες, οὐδὲν δή που θαυμαστὸν, ἄλλην ὑπ’ ἄλλου τῷ
κώλῳ γίνεσθαι κίνησιν. ἀλλ’ οἶμαι τὴν γλῶτταν ἐξαπατῆσαι
τοὺς τὰ τοιαῦτα ἀποφῃναμένους, οἰηθέντας ἕνα μῦν
αὐτὴν ὑπάρχειν. καὶ εἰ ὄντως εἷς ἦν μῦς, ἐναργῶς ἂν ἀπεδείκνυτο,
πολλὰς εἶναι κινήσεις ἑνὸς μυός· νῦν δὲ, οὐ γάρ
ἐστιν εἷς, ἀλλὰ πολλοὶ κινοῦσι μύες αὐτὴν, τοὐναντίον οἶμαι
περανθήσεσθαι τὸ μὴ πολλὰς ἑκάστου μυὸς εἶναι τὰς
κινήσεις. ἢ μάταιον ἂν εἴη τὸ πλῆθος αὐτῶν, εἰ δι’ ἑνὸς
ἁπάσας ἀποτελεῖσθαι δυνατὸν ἦν. ἀλλ’ ἑκάτερος, φασὶ, τῶν
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]