De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ὀφθαλμῶν τέτταρας εὐθείας κινεῖται κινήσεις. ὀρθῶς, ὦ
τᾶν. καὶ γὰρ καὶ μύες εὐθεῖς τέτταρες· ἦν δ’ ἂν εἷς καθ’
ἑκάτερον, εἰ πάσας κινεῖν ἐπεφύκει. ὡς οὖν, εἴπερ ἦν εἷς,
ἐπεραίνετο τέτταρας εἶναι τὰς κινήσεις, οὕτως, ἐπειδὴ τοσοῦτοι
τὸν ἀριθμόν εἰσιν, ὅσαι περ αἱ κινήσεις, ὑφ’ ἑνὸς
ἑκάστου αὐτῶν μίαν γίνεσθαι περανθήσεται, καθάπερ καὶ
τῶν περιστρεφόντων αὐτὸν ἑκατέρου μίαν. καὶ μὴν καὶ
πρὸς ὑμῶν αὐτῶν, φασὶν, ὡμολόγηται, κᾂν εἰ μὴ πλείους,
δύο γοῦν καθ’ ἕκαστον μυῶν φαίνεσθαι κινήσεις. πῶς οὖν
ὁ λόγος μίαν εἶναι βούλεται; ἔστι δὲ τοῦτο οὐδὲν ἄτοπον.
ἡ μὲν γὰρ ὡς ἐνέργεια κίνησις μία καθ’ ἕκαστον, ἡ
δ’ ἐναντία κατὰ συμβεβηκός. ἐνεργεῖ μὲν γὰρ ἕλκων
ἐφ’ ἑαυτὸν τὸ κινούμενον μόριον, οὐκ ἐνεργεῖ δ’, ὅταν
εἰς τὸν ἐναντίον τόπον ὑπ’ ἄλλου μυὸς ἀπάγηται. καὶ διὰ
τοῦτ’ οὐδὲν τῶν κινουμένων μορίων ἑνὶ κέχρηται μυῒ, ἀλλ’
εἰ μὲν ἄνωθέν τις ἐμφύοιτο, πάντως ἄλλος ἀντεμφύεται κάτωθεν,
εἰ δ’ ἐκ τῶν δεξιῶν, πάντως ἄλλος ἐκ τῶν ἀριστερῶν.
ἕκαστον γὰρ τῶν κινουμένων μορίων, οἷον ὑφ’ ἡνίων
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]