De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
εἰρημένην, ᾗ μηδέτερος τῶν ἀντιτεταγμένων ἐνεργεῖ μυῶν,
ἑτέραν δὲ τὴν νῦν ῥηθησομένην, καθ’ ἣν ὁμοίως ἐνεργοῦσιν
ἀμφότεροι. ὑπάρχει δ’ ἡ μὲν προτέρα τοῖς ἐλινύουσιν, ὡς
Ἱπποκράτης ὠνόμασεν, ἡ λοιπὴ δὲ, ὅταν μήτ’ ἐκτείνειν,
μήτε κάμπτειν τὸ κῶλον ἐπιτρέπωμέν τινι, μηδ’ εἰ πάνυ
σφόδρα βιάζοιτο. γίγνεται δ’ αὕτη, τῶν ἀντιτεταγμένων
μυῶν τὴν τονικὴν καλουμένην ἐχόντων ἐνέργειαν. οὕτω δὲ,
κᾂν εἰ τοῦ μέσου σχήματος ἑκατέρωθεν καταστήσεις τὸ κῶλον,
ὁμοίως ἀμφοτέροις ἐνεργεῖν δυνήσῃ τοῖς μυσίν. ὅταν
δ’ εἴς τι τῶν ὑπερβολικῶν σχημάτων ἀγάγῃς αὐτὸ, οἱ ἕτεροι
μύες ἱκανοὶ εἰς τὴν τοιαύτην ἐνέργειαν. οὐκ ἄδηλον δ’
οὐδ’ ὅτι καθ’ ἕκαστον τῶν εἰρημένων σχημάτων ποτὲ μὲν
μᾶλλον, ποτὲ δ’ ἧττον τὴν τονικὴν ἐνέργειαν ἐνεργήσουσιν
οἱ μύες, καὶ ὡς τὸ μετὰ τοιαύτης ἐνεργείας μέσον
σχῆμα τῶν ὑπερβολικῶν οὐδετέρου λείπεται. μὴ τοίνυν
ἁπλῶς τὸ μέσον ἀνώδυνον εἶναι λέγωμεν, ἀλλὰ τὸ ἐν τῷ
ἐλινύειν. τὸ γὰρ μετὰ τῆς ἑκατέρων τῶν μυῶν τάσεως μέσον
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]