De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
τούτων ᾧδε ἐν ταῖς ἀβιάστοις ἐκπνοαῖς, ἃς δὴ καὶ μάλιστα
καλοῦμεν ἐκπνοὰς, ἀφορίζοντες αὐτὰς τῶν ἐκφυσήσεων, οὐδετέραν
αὐτῶν ἴσχουσιν, ἀλλ’ οἵαν τοῖς ἄλλοις ἅπασι τὴν ἐν
τῷ μέσῳ τῶν ἐσχάτων κινήσεων ἔφαμεν γίνεσθαι κατάστασιν,
τοιαύτην διττὴν αἱ φρένες μόνον λαμβάνουσιν, ἐπὶ μὲν τὴν
ῥάχιν ἐν τοῖς ἄλλοις σχήμασιν, ἐν δὲ τοῖς πρηνέσι μόνοις
ἐπὶ τὴν γαστέρα ῥέπουσαι. τοῖς μέντοι κατὰ τὰς πλευράς
τε καὶ τὴν γαστέρα μυσὶ κυρτοῖς μὲν εἶναι διὰ παντὸς
ὑπάρχει τοῖς τῶν ὑποκειμένων ὀργάνων ὁμοιουμένοις σχήμασιν.
ἀλλ’ ἐπειδὰν μὲν ἀργῶσιν, ἱκανῶς εἰσι τοιοῦτοι, ἐνεργοῦντες
δὲ προστέλλονταί τε καὶ ἧττον γίγνονται κυρτοὶ, τῶν
ἄλλων σχεδὸν ἁπάντων μυῶν, ὅσοι τὰ μόρια κινοῦσιν, ἔμπαλιν
ἐχόντων. εὐθεῖς μὲν γὰρ ἀργοῦντες, ἐνεργοῦντες δὲ γίνονται
κυρτοί. ἡ δ’ αἰτία τῆς διαφορᾶς αὐτῶν οὐκ ἄδηλος.
ἐπειδὴ γὰρ ὑποβέβληται τοῖς μέν τισιν αὐτῶν σκληρὰ καὶ
ἀντίτυπος ἡ τῶν ὀστῶν οὐσία, τοῖς δ’ εὐρυχωρία τις εἴκουσα,
κατὰ λόγον οἱ μὲν ἐπὶ τοῖς ὀστοῖς πεφυκότες
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]