De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ἅπαντες, ἐν τῷ συστέλλεσθαι τοσοῦτον εἰς βάθος
τε καὶ πλάτος ἐπιδιδόντες, ὅσον ἀφαιροῦσι τοῦ μήκους, προπετῆ
τὸν ὄγκον ἅπαντα τοῦ σώματος ἴσχουσιν· ὅσοις δ’ ἐν
τῷ τείνεσθαι πρὸς τὴν ἀρχὴν τὸ μαλακὸν τῆς ἕδρας ὑπείκει,
τούτοις κατακρύπτεται τὸ πλέον αὐτῶν τοῦ σώματος.
οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ, πάντων σχεδόν τι τῶν ἐν
τοῖς κώλοις μυῶν κυρτουμένων, ὅταν ἐνεργῶσιν, οἱ κατὰ τὸν
θώρακά τε καὶ τὸ ἐπιγάστριον μόνοι προστέλλονται· μόνοι
γὰρ εἰκούσας ἔχουσι τὰς ὑποκειμένας εὐρυχωρίας. ἀμέλει πληρωθείσης
εἰς τοσοῦτον τῆς γαστρὸς, ὡς τείνεσθαι μετ’
ὀδύνης, οὐκέτι προστέλλονται. ὃ γὰρ τοῖς ἄλλοις διὰ παντὸς
ὑπάρχει, τὸ τῆς ὑποκειμένης ἕδρας ἀντίτυπον, τοῦτ’ ἐν
τῷ πεπληρῶσθαι τὴν γαστέρα τοῖς κατ’ ἐπιγάστριον προσγίνεται.
πληροῦται δὲ δηλονότι τοῖς θ’ ὑπερεμπλησθεῖσι,
καὶ ὑδεριῶσι, καὶ ὅσαι κύουσιν. οἷς δ’ ἡ γαστὴρ κενὴ, τούτοις,
πρὶν ἐνεργεῖν, κυρτοὶ παραπλησίως τοῖς ὑποκειμένοις
ὀργάνοις οἱ μύες, παρὰ γὰρ τὰς ἐκείνων ἐκτείνονται κυρτότητας,
ἐνεργοῦντες δὲ προστέλλονται, πιέζονται γὰρ ῥᾳδίως
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]