De Motu Musculorum (On the Movement of Muscles)
Kühn 1822
ἣν ἐνεργοῦσιν, εἰς ἑαυτοὺς ἦν σύνοδος, ἡ δ’ ἑτέρα, καθ’
ἣν ἀργοῦσιν, ὑπὸ τῶν ἀντικειμένων ἐκτεινόμενοι μυῶν, οὐκ
ἦν μὲν αὐτοῖς σύμφυτος, κατὰ δέ τι συμβεβηκὸς ἐγένετο.
ἡ δὲ νῦν προτεθεῖσα κατ’ οὐδὲν ἐκείναις ἔοικεν· οὔτε γὰρ
συστέλλεται κατ’ αὐτὴν οὔτ’ ἐκτείνεται μῦς οὐδείς. τί γὰρ
οὖν οὐδὲ κινεῖται τὸ παράπαν; καὶ μὴν οὐκ ἐνδέχεται, τοῦ
κώλου παντὸς κάτω φερομένου, μόρια ὄντα τοῦ κώλου τὸν
μῦν ἀκίνητον μένειν. ἀλλὰ κινεῖται μὲν, οὐ μὴν ἐκτείνεταί
γε οὐδὲ συστέλλεται τηνικαῦτα. τίς οὖν ὁ τρόπος αὐτῷ
τῆς κινήσεως; οἷος καὶ τοῖς ὀστοῖς δηλονότι· οὐδὲ γὰρ
ταῦτ’ ἐκτεινόμενα καὶ συστελλόμενα συμπεριφέρεται τοῖς
κώλοις, ἀλλ’ ὥσπερ εἰ καὶ τῶν ἀψύχων τι σωμάτων προσδήσας
αὐτοῖς ἔτυχες. ἐπεὶ τοίνυν τῶν κινήσεων ἡ μὲν σύντασις
ἐνέργεια τοῦ μυός ἐστιν, ὡς ἂν ὀργάνου ψυχῆς, ἡ
δ’ ἔκτασις ὡς ὀργάνου μὲν, οὐ μὴν ἐνέργειά γε, ἀλλ’
ἁπλῶς κίνησις, ἡ δὲ νῦν προτεθεῖσα τρίτη κίνησις οὐδ’
ὡς ζῶσιν ὑπάρχει τοῖς μυσὶν, ἀλλ’ ὡς τοῖς ἀψύχοις τε καὶ
Work
Title: De Motu Musculorum
English: On the Movement of Muscles
Original: Περὶ μυῶν κινήσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 367-464
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_033.xml [192 Kb]