De Utilitate Respirationis (On the Use of Breathing)
Kühn 1822
τὸ κοινὸν ταῖς τρισὶ δόξαις, ἡ φυλακὴ τῆς ἐμφύτου θερμασίας,
χαλεπὸς ὁ περὶ πασῶν αὐτῶν γίνεται λόγος καὶ δυσδιαίρετος,
ὅτι ψυχῆς οὐσίαν οὐκ ἴσμεν. εἴπερ οὖν ἐνέργεια
μὲν ψυχῆς ἡ ζωὴ, μεγάλα δ’ αὐτὴ φαίνεται πρὸς τῆς ἀναπνοῆς
ὠφελεῖσθαι, μέχρι πόσου τὸν τρόπον τῆς ὠφελείας
ἀγνοεῖν εἰκός ἐστιν ἡμᾶς; μέχρις ἂν, οἶμαι, τὴν οὐσίαν τῆς
ψυχῆς ἀγνοῶμεν. ἀλλ’ ὅμως τολμητέον τε καὶ ζητητέον τὸ
ἀληθές. εἰ γὰρ καὶ μὴ τύχωμεν αὐτοῦ, πάντως δήπου
πλησιέστερον, ἢ νῦν ἐσμεν, ἀφιξόμεθα. καὶ πρῶτόν γε δύο
κεφάλαια πασῶν τῶν εἰρημένων αἱρέσεων ποιησάμενοι, πότερον
αὐτῶν ἀληθέστερόν ἐστιν, εὑρεῖν πειραθῶμεν. ἐοίκασι
γὰρ αἱ μὲν εἰς τὴν οὐσίαν ἀποβλέπειν τοῦ εἰσπνεομένου
ἀέρος, αἱ δὲ εἰς τὴν ποιότητα. τὸ μὲν οὖν γεννᾶσθαι
λέγειν τὴν ψυχὴν, καὶ τὸ τρέφεσθαι, καὶ τὸ τὰς
ἀρτηρίας ἐπιπληροῦσθαι, τὴν οὐσίαν ἐστὶ μόνον αἰτιωμένων,
τὸ δὲ ῥιπίζεσθαι, καὶ ῥώννυσθαι, καὶ ψύχεσθαι, τὴν
ποιότητα· καθ’ ὃν, οἶμαι, λόγον καὶ σιτίον ὁ μὲν ὡς
Work
Title: De Utilitate Respirationis
English: On the Use of Breathing
Original: Περὶ χρείας ἀναπνοῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 470-511
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_035.xml [81 Kb]