Digital Corpus for Graeco-Arabic Studies

Galen: De Utilitate Respirationis (On the Use of Breathing)

Kühn 1822

τρία δὴ ταῦτα φανερῶς καταβάλλει τὸν Ἐρασιστράτου λόγον, ἓν μὲν δὴ καὶ πρῶτον, τὸ δύνασθαι τὴν καρδίαν ἕλκειν ἀέρα κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις, οὐδὲν γὰρ ἐφάνη πρὸς τοῦτο ἀντιπράττων ὁ θώραξ, ἕτερον δὲ δεύτερον, τὸ τηνικαῦτα πνίγεσθαι μᾶλλον, ἡνίκα εἰσπνεύσωμεν πλέον, καὶ τρίτον, τὸ μηδ’ εἰ πάνυ σφόδρα θλίβομεν τὸν θώρακα πανταχόθεν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς, δαπανᾶσθαι τὸν ἀέρα πρὸς τῆς καρδίας, ἀλλ’ ὀρέγεσθαι τὸ ζῶον ἐκπνεῦσαι, καὶ τοῦτ’ εἶναι τὸ τῆς πνίξεως ἄκος. ἐκ τούτων μὲν δὴ φανερῶς περαίνεται τὸ μὴ δι’ ἔνδειαν οὐσίας ἀέρος, ἀλλὰ δι’ ἄλλο τι πνίγεσθαι τὰ ζῶα. πρὸς δὲ τὰς ὑπολοίπους τῶν εἰρημένων ἀμφισβητήσεων αὖθις μεταβάντες, ἐπισκεψώμεθα πρότερον, οἳ λέγουσιν ἀληθέστερα. καὶ πρώτην γε πάλιν ἐξ αὐτῶν μεταχειρισόμεθα τὴν περὶ τῆς κινήσεως τῶν ἀρτηριῶν. οἱ γάρ τοι τοῖς Ἐρασιστρατείοις ἀμφισβητοῦντες ἀλλοιοῦσθαί φασι χρῆναι τὴν κίνησιν τῶν ἀρτηριῶν παρὰ τὸν τῆς ἐπισχέσεως καιρὸν, ἄν τε κραδαίνεσθαι τὴν καρδίαν μόνον, ἄν τε καὶ καταστέλλεσθαι ὑποθῆται.

Work

Title: Galen: De Utilitate Respirationis
English: On the Use of Breathing
Original: Περὶ χρείας ἀναπνοῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 470-511

Publisher: Cnobloch, Leipzig

Download