De Utilitate Respirationis (On the Use of Breathing)
Kühn 1822
κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ κατὰ τοῦτο
καὶ καθ’ ὅλον τὸ σῶμα. μεγίστη δ’ ἀπόδειξις ἐπὶ πολλῶν
ἀῤῥώστων γίγνεται, δι’ ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως,
πολλῷ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων
ὁμοίως ἐκείνοις, οὐδὲ πνιγομένων ὅλως, ἔστ’ ἂν ἀναπνέωσι
τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν. εἰ δὲ καὶ συνείρξας αὐτοὺς
ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα.
τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτως συνείρξας
οὐχ ὅπως οὐκ ἀποπνίξῃ, ἀλλ’ οὐδ’ ἀδικήσεις οὐδὲν,
ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι· τηνικαῦτα δ’ οὐκέθ’
ὑπομένουσιν, ὡς μὴ σύνηθες. ἐξ ὧν ἁπάντων δῆλον, ὡς
οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις
πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον,
ἀλλὰ διὰ τὴν θερμασίαν. θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων
τοσοῦτον Ἐρασίστρατον, τῶν τοιούτων φαινομένων κατατολμῶντα
καταψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς
διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ
ἥκιστα τῶν ἄλλων παλαιῶν παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ.
Work
Title: De Utilitate Respirationis
English: On the Use of Breathing
Original: Περὶ χρείας ἀναπνοῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 470-511
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_035.xml [81 Kb]