De Utilitate Respirationis (On the Use of Breathing)
Kühn 1822
εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν,
εἰς τοσοῦτον ἀναπνοῆς χρῄζουσαν ἔχομεν, εἰς ὅσον
περ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν. ἐδείχθη
γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς.
ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶ ὅλον τὸ σῶμα,
κατὰ τὸν Ἱπποκράτους λόγον, ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι
δέδεικται. σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις
ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν· ἐγκεφάλου δὲ
καὶ καρδίας δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα,
τῷ μὲν ῥῖνες, τῷ δὲ πνεύμων. ὅπως δὲ ὁ πνεύμων κινοῖτο,
θώρακος ἐδεήθη. καὶ δι’ αὐτὸ ὡς μὲν τῇ καρδίᾳ
συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι πνευστικὸν ὄργανον,
ὡς δὲ ὑπὸ τοῦ θώρακος κινούμενος τὸ δεύτερον. εἰ δὲ
τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν χρῄζει τὸ ψυχικὸν
πνεῦμα, πιθανὸν γὰρ καὶ τοῦτο, μεγίστην ἂν ἔχοι
καὶ ταύτην τῆς συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῶα.
τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; ἀμέτρως
δὲ θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμοὺς, ἀλλ’ εἰς θολεροὺς
Work
Title: De Utilitate Respirationis
English: On the Use of Breathing
Original: Περὶ χρείας ἀναπνοῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 470-511
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_035.xml [81 Kb]