De Semine (On Semen)
Kühn 1822
κοινῇ μὲν οὖν ἀμφοτέροις ἐπιδείξομεν ἐκ τοῦ δευτέρου περὶ
τῆς τῶν ζώων γενέσεως τήνδε τὴν ῥῆσιν· Τούτων δ’ ἐχόμενόν
ἐστι, καὶ ἀπορῆσαι, καὶ εἰπεῖν, εἰ τῆς προϊεμένης εἰς τὸ θῆλυ
γονῆς μηδὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γινομένου κυήματος,
ποῦ τρέπηται τὸ σωματῶδες αὐτὸ, εἴπερ ἐργάζεται τῇ δυνάμει
τῇ ἐνούσῃ ἐν αὐτῷ. εἶτ’ ἐφεξῆς διορισάμενος περὶ ψυχῆς
καὶ νοῦ, κατὰ τὸ τέλος τῆς ῥήσεως τάδε γράφει· Τὸ δὲ
τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τῆς ψυχικῆς
ἀρχῆς, τὸ μὲν χωριστὸν ὂν σώματος, ὅσοις ἐμπεριλαμβάνεται
τὸ θεῖον· τοιοῦτο δέ ἐστιν ὁ καλούμενος νοῦς· τὸ δὲ
ἀχώριστον, τὸ σπέρμα τῆς γονῆς διαλύεται, καὶ πνευματοῦται,
φύσιν ἔχον ὑγρὰν καὶ ὑδατώδη. διόπερ οὐ δεῖ ζητεῖν
ἀεὶ θύραζε αὐτὸ ἐξιέναι, οὐδὲ μόριον εἶναι οὐδὲν τῆς συστάσης
μορφῆς, ὥσπερ οὐδὲ τὸν ὀπὸν τὸν τὸ γάλα συνιστῶντα·
καὶ γὰρ καὶ οὗτος μεταβάλλει, καὶ μόριον οὐδέν
ἐστι τῶν συνισταμένων ὄγκων. αὕτη μὲν ἡ ῥῆσις ἀμφοτέρους
διεξελέγχει μὴ γινώσκοντας τὴν Ἀριστοτέλους δόξαν,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]