De Semine (On Semen)
Kühn 1822
πράγματος τῆς φύσεως ὁρμώμενοι. πότερον γὰρ ἐν αὐτῷ
τῷ κύτει τῶν ὑστερῶν περιέχεται τὸ καταμήνιον, ἀθρόον τε
προσπίπτον τὸ σπέρμα πλήττει τε καὶ κινήσεων ἀρχὴν παρασχὸν
αὖθις ἐκκρίνεται κατὰ τὸν αὐχένα τῶν μητρῶν, ἢ
κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ πλησιάζει τὸ θῆλυ τῷ ἄῤῥενι,
διὰ τῶν καθηκόντων ἀγγείων ἀπαντᾷ τῷ σπέρματι,
γλιχόμενον ὑποδέξασθαι τὴν παρ’ αὐτοῦ δύναμιν; ἀλλ’ ἑκάτερον
ἄτοπον. εἰ μὲν γὰρ ἐν ταῖς κοιλίαις τῶν μητρῶν
ἀθρόον ἐστὶν ἐκ πολλοῦ περιεχόμενον, οὐκ ἔτι οὐδὲ αἷμα
τοῦτ’ ἔστιν, ἀλλὰ θρόμβος. ὅ τι γὰρ ἐκπέσοι τῶν ἀγγείων
αἷμα καθ’ ὁτιοῦν ὄργανον κοῖλον ἐν τῷ ζώῳ, παραχρῆμα
θρόμβος γίνεται. ὥστε οὐκ ἐξ αἵματος, ἀλλ’ ἐκ θρόμβου
τὸ ζῶον τῷ λόγῳ δημιουργήσομεν, οὐδεμίαν ἐξευρεῖν τινα
πιθανὴν πρόφασιν ἔχοντες, ὅπως ἐκκριθήσεται μόνον τὸ
σπέρμα. συνελθόντων γὰρ αὐτῶν ἅπαξ εἰς ταὐτὸ κατὰ τὴν
ἐν ταῖς μήτραις εὐρυχωρίαν, οὐχ οἷόν τε τὸ μὲν ἐκκρίνεσθαι,
τὸ δὲ μένειν. εἰ δ’ ἀπαντᾷ τῷ σπέρματι τὸ αἷμα,
χρὴ δήπου τὴν ἀπάντησιν καὶ σύνοδον αὐτῶν ἐπὶ τοῖς
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]