
De Semine (On Semen)
Kühn 1822
γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κᾀκείνη
ἰδοῦσα ἐθεᾶτο αὐτὴν καὶ ἐθαύμαζεν. ὁκοῖον δ’ ἦν, ἐγὼ
ἐρέω· οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν
δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διεφαίνετο. ταυτὶ μὲν
Ἱπποκράτης μαρτυρεῖ περὶ τοῦ μένειν ἔνδον τὴν γονὴν, καὶ
ἔχειν ὑμένα. φαίνεται δὲ κᾀν ταῖς ἀνατομαῖς τῶν ζώων
ὑμὴν οὗτος, ἐξημμένος μὲν ἐκ τῶν μητρῶν κατ’ ἐκεῖνα τὰ
μέρη, καθ’ ἃ τῶν ἀγγείων ἐστὶ τὰ στόματα, τὸ δ’ ἄλλο
σύμπαν ὑποτεταμένον μὲν αὐταῖς, οὐ συμπεφυκὸς δὲ,
συνεχὲς γὰρ ἑαυτῷ μένον τὸ σπέρμα, καθ’ ὃν ὑπὸ
τῆς μήρας ἕλκεται καιρὸν, ἐκτείνεται μὲν δήπου καὶ πλατύνεται,
πάντων τῶν μορίων τῆς μήτρας ὁμοίως ὀρεγομένων
αὐτοῦ, τῷ δ’ εἶναι γλίσχρον τε καὶ παχὺ καὶ θερμοῖς ὁμιλεῖν
σώμασιν ὑμενοῦται ῥᾳδίως, ὥσπερ ταυτὶ τἀκτὸς, ὅσα
δημιουργοῦσιν οἱ σιτοποιοὶ κατά τινος σκεύους θερμοῦ τε
καὶ πλατέος, ἐπαλείφοντες ὑγρὸν ἀτρέμα σταῖς· ὀνομάζεται
δὲ ἴτριά τε καὶ ῥύμματα τὰ τοιαῦτα πάντα πλατύσματά
τε καὶ πέμματα. τοιοῦτο ἕτερον ἐντὸς, οἷον ἐκτὸς ὁ σιτοποιὸς
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]