De Semine (On Semen)
Kühn 1822
ἐν κύκλῳ τοῖς στόμασι τῶν ἀγγείων σάρκας ἐν
ἐνίοις τῶν ζώων ὀνομάζειν αὐτὸν κοτυληδόνας. οὔτε γὰρ
ἐκείνας ὀνομάζομεν, αἱ δ’ ὄντως κοτυληδόνες ἀγγείων εἰσὶ
πέρατα, δι’ ὧν ἐφ’ ἑκάστῳ μηνὶ τὸ περιττὸν τοῦ αἵματος
ἐξ ὅλου τοῦ σώματος εἰς τὴν μήτραν ἐξοχετεύεται. ὅ τι δ’
ἂν τούτων τῶν στομάτων ἅψηται τοῦ σπέρματος, ἐπισπᾶται
δι’ αὑτοῦ τὴν τροφὴν ἐκεῖνο, πρὸς ἑαυτὸ τετρημένου τοῦ
ὑμένος, ὡς ἂν ἔτι μαλακοῦ τε καὶ νεοπαγοῦς ὄντος. εἶτ’
ἐν τῷ χρόνῳ, καθάπερ ὀλίγον ἔμπροσθεν εἶπον, ἀγγεῖον
γίνεται συμφυές τε ἅμα καὶ ὅμοιον τῷ τῆς μήτρας. καί σοι
πάρεστι θεάσασθαι κατὰ τὰς τῶν ἐγκυμόνων ζώων ἀνατομὰς
καὶ μετὰ ἀρτηριῶν καὶ φλεβῶν τὸν ἔξωθεν ὑμένα
τῶν ἐμβρύων. ὀνομάζεται δὲ χορίον ὑμὴν οὗτος ὁ
ἔξωθεν, ὃν διοδεύουσιν αἱ ἀρτηρίαι τε καὶ αἱ φλέβες, ὕλας
ἐκ τῆς μήτρας εἰς τὸ κυούμενον ἄγουσαι. θατέρῳ δ’ ὑμένι,
τῷ πρὸς τὰς κεραίας ἀνήκοντι, τὴν μὲν προσηγορίαν διὰ
τοῦ σχήματος ἔθεντο· παραπλήσιος γὰρ ὢν ἀλλᾶντι καὶ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]