De Semine (On Semen)
Kühn 1822
καθάπερ ῥίζαι τινὲς αὐταῖς εἰσιν· αἱ δ’ εἰς ὅλον ἐξάγουσαι
τὸ κύημα πρέμνοις ἀνάλογοι εἰς πολλοὺς πτόρθους σχιζομένοις.
ἡ γένεσις δὲ καὶ ταύταις ἐστὶ συριγγουμένης τῆς
τοῦ σπέρματος οὐσίας. ἡ δὲ τρίτη τῶν ἀρχῶν. ἀφ’ ἧς σύμπαντα
πέφυκε τὰ νεῦρα, τὴν γένεσιν ἐξ αὐτοῦ μόνον τοῦ
σπέρματος ἔσχηκεν. ἐν γὰρ τῇ πρὸς τὸ θῆλυ σπέρμα μίξει
πολλαὶ τῶν πομφολύγων ἐῤῥάγησαν, ἐξ ὧν εἴσω τε καὶ πρὸς
τὸ βάθος ἐχώρει τὸ πνεῦμα σώζειν ἑαυτὸ γλιχόμενον. οὐ
γὰρ οἷόν περ ἀτμὸς ἦν, ἀλλ’ αὐτοκίνητος ἀρχὴ ζώου, καθάπερ
καὶ αὐτὸ τὸ περιέχον ὑγρὸν αὐτὸ κοιλίαν εἰργάσατο
τῷ σπέρματι μεστὴν πνεύματος. ὅπως οὖν μηδ’ ἐντεῦθεν
ἑτοίμως κενοῖτο, στεγανὸν ἑαυτῷ τὸν οἶκον ἐργάζεται τῆς
περιειληφυίας αὐτὸ τοῦ σπέρματος ὑγρᾶς οὐσίας, ὅσον
ἦν παχύτερόν τε καὶ σκληρότερον, ἀπωθούμενον εἰς
τὴν ἐκτὸς περιγραφὴν, ὅπερ ἔμελλεν ἐν τῷ χρόνῳ θερμαινόμενόν
τε καὶ ξηραινόμενον ὀστοῦν ἔσεσθαι. τοῦτο
ἐν ἀρχῇ μὲν ἡ διαπλάττουσα τὸ ζῶον δύναμις ἐργάζεται·
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]