
De Semine (On Semen)
Kühn 1822
τῷδε χρόνος, ἡνίκα, ὡς εἵρηται, τὰς μὲν τρεῖς ἀρχὰς ἔστιν
ἰδεῖν ἐναργῶς, ὑπογραφὴν δέ τινα καὶ οἷον σκιαγραφίαν
ἁπάντων τῶν ἄλλων μορίων. ἐναργεστέραν μὲν γὰρ ὄψει
τὴν περὶ τὰς τρεῖς ἀρχὰς διάπλασιν, ἀμυδροτέραν δὲ τὴν
τῶν κατὰ τὴν γαστέρα μορίων, καὶ πολὺ δὴ τούτων ἔτι
ἀμυδροτέραν τὴν κατὰ τὰ κῶλα. ταῦτα γὰρ ὕστερον, ὡς
Ἱπποκράτης ὠνόμασεν, ὀζοῦται, τὴν πρὸς τοὺς κλάδους
ἀναλογίαν ἐνδειξάμενος τῇ προσηγορίᾳ. τέταρτος δ’ οὗτός
ἐστι καὶ τελευταῖος χρόνος, ἡνίκα ἤδη τά τ’ ἐν τοῖς κώλοις
ἅπαντα διήρθρωται, καὶ οὐδ’ ἔμβρυον ἔτι μόνον, ἀλλ’ ἤδη καὶ
παιδίον ὀνομάζει τὸ κυούμενον ὁ θαυμάσιος Ἱπποκράτης, ὅτε
καὶ ἀσκαρίζειν καὶ κινεῖσθαί φησιν, ὡς ζῶον ἤδη τέλειον.
ἀλλ’ οὐδὲν ὡς ζώου δέομαι τό γε νυνὶ τοῦ κυουμένου μνημονεύειν,
ὡς φυτὸν γὰρ ἅπασάν τε τὴν γένεσιν ἔσχηκε καὶ τὴν
διάπλασιν ἀπὸ τοῦ σπέρματος, ὥσπερ ἐκεῖνα διπλῆν ἀρχὴν
κινήσεώς τε καὶ διαπλάσεως εὐθὺς ἐξ ἀρχῆς ἐνδειξάμενα. οἵα
μὲν γὰρ εἰς τὰ κάτω τε καὶ κατὰ τῆς γῆς ἐστιν ἡ ῥίζωσις
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]