
De Semine (On Semen)
Kühn 1822
εἰ γὰρ οὐκ ἄλλαις μὲν δυνάμεσιν ἡ φύσις τοῦ σπέρματος
ἐργάζεται τὸ φυτὸν, ἄλλαις δὲ τὸ ζῶον, ἐξ ὧν ἐν φυτοῖς
ὁρᾷς ἐπὶ τὰ ζῶα μετατίθει· τὴν αὐτὴν γὰρ ἀναλογίαν εὑρήσεις
ἐν ἀμφοῖν. δεῖται τὸ τοῦ φυτοῦ σπέρμα γῆς, ἵν’ ἐξ
αὐτῆς τρέφηταί τε καὶ αὐξάνηται, δεῖται καὶ τὸ ἡμέτερον
σπέρμα μήτρας ἕνεκα τῶν αὐτῶν. ῥίζας ἑαυτῷ γεννᾷ τὸ
φυτὸν, αἷς ἕλξει τὴν τροφὴν ἐκ τῆς γῆς, καὶ τὸ χορίον
ἀγγεῖα, τὰς ῥίζας τῶν ἐμβρύων. ἀποφύει τε στέλεχος ἀφ’
ἑαυτοῦ τὸ σπέρμα, καὶ ἀπ’ ἐκείνου κλάδους, εἶτ’ ἄλλους
ἐπὶ ἄλλοις αὖθις κλῶνας κατασχιζομένους, εἶτ’ ἐκείνους αὖθις
εἰς ἄλλους, καὶ τοῦτο μὴ παύεται γενόμενον ἄχρι τῶν
ἐσχάτων βλαστῶν. ὁρᾷς κᾀνταῦθα καὶ τὰ μὲν στελέχη τρία
καθ’ ἑκάστην ἀρχὴν, ἀορτὴν, καὶ κοίλην φλέβα, καὶ νωτιαῖον,
αὖθις δ’ ἀπὸ τούτων ἀποφύσεις πολλὰς οἷόν περ
κλάδους εἰς ἄλλους αὖθις ἑαυτῶν ἐλάττους κλῶνας κατασχιζομένους,
εἶτ’ ἐκείνους αὖθις εἰς ἄλλους, καὶ τοῦτο μὴ
παυόμενον ἄχρι τῶν ἐσχάτων ἀποβλαστημάτων. εἰ δὲ τριπλοῦν
ὁρᾷς τὸ φυτὸν, ἢ ἔναιμον, ἢ σαρκοειδὲς, οὐ χρὴ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]