
De Semine (On Semen)
Kühn 1822
ὑμένα. ταῦτα γὰρ πρόσθεν ὁ λόγος ἐξηγήσατο, χορίον μὲν
πρῶτον ἔξωθεν αὐτῷ περιθεὶς, ἅμα δ’ αὐτῷ τὸν ἀλλαντοειδῆ
ποιήσας ὑμένα, συνεργασόμενον μὲν, ὡς εἴρηται, τῷ
χορίῳ τὴν γένεσιν, ὑποδεξόμενον δὲ διαπλασθέντος τοῦ ζώου
τὸ οὖρον. ἀνάγκη γὰρ ἦν καὶ τῷ κυουμένῳ ζώῳ περιττώματα
γενέσθαι τοσαῦτά τε καὶ τοιαῦτα, ὅσα τε καὶ οἷα
ὑπάρχει τοῖς ἀπολελυμένοις ἤδη τῆς μήτρας· ἀλλὰ τούτων
οὖρόν τε καὶ ἀποπάτημα, διαπεπλασμένων τε καὶ διηρθρωμένων
ἤδη τῶν μορίων· ἐξ ἀρχῆς δ’ εὐθέως τὸν ἀποῤῥέοντα
τοῦ κυήματος ἀτμὸν, ὃς ἀνάλογός ἐστι τῷ τῶν τελείων
ζώων ἱδρῶτι· καὶ τούτῳ τοίνυν ἀναγκαῖον γενέσθαι τινὰ
ὑμένα, καθάπερ καὶ τῷ οὔρῳ τὸν ἀλλαντοειδῆ. καὶ δὴ καὶ
γέγονεν ὁ ἄμνειος ὀνομαζόμενος, ὅλον ἐν κύκλῳ περιλαμβάνων
τὸ κύημα. τῷ γὰρ ἀλλαντοειδεῖ, καίτοι προτέρῳ
τοῦ ἀμνείου γεγονότι, συγχρήσασθαι πρὸς τὴν τοιαύτην
ὑπηρεσίαν οὐκ ἐδικαίωσεν ἡ φύσις, ἅμα μὲν ὅτι
λεπτὸς καὶ ἄτονος ἦν, ἐξ ὀῤῥωδεστέρου γεγενημένος σπέρματος·
ἐχρῆν δὲ τὸν περιέξοντα τὸ ἔμβρυον ὑμένα πάχος
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]