De Semine (On Semen)
Kühn 1822
ἔχειν ἰσχυρὸν, ὡς ἂν οὐ μόνον ἱδρῶτος ἀγγεῖον αὐτὸ γενησόμενον,
ἀλλὰ καὶ πρὸς τὰς μελλούσας ἔσεσθαι τῶν κώλων
κινήσεις ἀνθέξοντα πρὸς τοῦτο δὲ καὶ ὅτι στενώτερος ἦν
ὁ ἀλλαντοειδὴς, ἢ ὡς πᾶν ἀμφιέσαι τὸ κύημα. τί δὴ
οὖν οὐκ ἐποίησεν αὐτὸ εὐρύτερον; ὑπολάβοις ἄν μοι τῷ
λόγῳ. ὅτι τὸ θῆλυ σπέρμα ἔλαττον ὑπάρχει πολλῷ τοῦ
ἄῤῥενος λέλεκται γάρ μοι καὶ πρόσθεν. οὔκουν ἦν
δυνατὸν εὐρὺν ἅμα καὶ μακρὸν ἐργάσασθαι τὸν ἀλλαντοειδῆ,
ἀλλ’ ἔστιν ἐξ ἀνάγκης μακρὸς, ὡς ἂν εἰς ἀμφοτέρας
τὰς κεραίας τῶν μητρῶν ἀνηρτημένος, ὥστ’ εὐλόγως
ἅμα καὶ ἀναγκαίως στενὸς ἐγένετο. τοιούτου δ’ ὄντος αὐτοῦ,
καὶ προσέτι λεπτοῦ, τὸν ὑποδεξόμενον ὑμένα τὰς
ἀτμώδεις ἀποῤῥοὰς εὐρὺν καὶ παχὺν ἅμα τῇ πρώτῃ συλλήψει
τῆς γονῆς ἡ φύσις· ἔξωθεν αὐτῇ περιέτεινεν, ἀτμίζειν
γε μελλούσῃ διὰ τὴν θερμότητα. τῶν δ’ ἄλλων ὑμένων
οὐδεὶς ἐν ταῖς πρώταις ἡμέραις ἀναγκαίαν ἔχει τὴν γένεσιν.
οὐδὲ γὰρ ἐξήρκεσεν εἰς τὴν ἁπάντων αὐτῶν δημιουργίαν ἡ
τοῦ σπέρματος οὐσία, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι κύημα
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]