De Semine (On Semen)
Kühn 1822
ὕλη καὶ νῦν ἐστιν, ἐκείνων δ’ οὐδενός; ἢ τί νομίζεις;
ὁ χιτὼν τῆς ἀρτηρίας ἢ τὸ τοῦ νεύρου σῶμα τὴν διοικοῦσαν
αὐτὸ δύναμιν οὐκ ἔχει τοιαύτης οὐσίας ποιητικὴν, οἵαν
αὐτὸ κέκτηται; καὶ μὴν, εἴπερ τι ἄλλο, καὶ τοῦτο ταῖς φύσεσιν
ὑπάρχει, τὸ ποιεῖν ἑαυταῖς ὅμοια. πῶς δ’ ἂν ἄλλως
ἐτρέφετο σῶμα, μὴ τῆς τοιαύτης δυνάμεως ἀεὶ παραμενούσης
αὐτῇ; πάντως γὰρ ἀποῤῥεῖ τι τῆς οὐσίας ἑκάστου, καὶ
διὰ τοῦτο δεῖται τοῦ θρέψοντος· ὅμοιον δ’ εἶναι χρὴ τὸ
προστιθέμενον ἐκ τῆς τροφῆς τῷ διαφορηθέντι. καί σε
κᾀνταῦθα τῶν σῶν ἀναμνήσω λόγων, Ἀριστότελες φίλτατε.
δυοῖν γὰρ θάτερον ἀναγκαῖον, ἢ ἐν τοῖς σιτίοις ἑκάστου τῶν
τρεφομένων σωμάτων ἐμφέρεσθαι μόρια, κᾄπειτα, τῶν ὁμοίων
ὡς τὰ ὅμοια φοιτώντων, γίνεσθαι τὴν θρέψιν, ἢ ἀλλοιουμένης
τῆς τροφῆς. ἀλλὰ τὸ μὲν πρότερον δόγμα τὸ τῶν
ὁμοιομερῶν ἐξήλεγξας αὐτὸς ὡς οὐκ ἀληθές· τὸ δ’ ἕτερον,
ὃ τὴν ἀλλοίωσιν πρεσβεύει, ὡς ἀληθὲς συνεστήσω. οὐ μὴν
οὐδὲ, ὅτι ἐξ ἅπαντος εἰς ἅπαν ὁμοίως αἱ μεταβολαὶ γίνονται,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]