De Semine (On Semen)
Kühn 1822
διὰ τί μᾶλλον τῶν ἄλλων θερμωθέντων καὶ ψυχθέντων αἴτιον
γίνονται, εἰ μηδὲν εἰς σπέρματος γένεσιν συντελοῦσιν·
ὧν ἀποκρίσεων ἐνίας Ἀριστοτέλης πρῶτον εἶπεν. οἷον καὶ
ὅτι τοιαύτην χρείαν παρέχονται τοῖς σπερματικοῖς ἀγγείοις,
οἵαν καὶ αἱ λεῖαι καλούμεναι κατὰ τοὺς ὀρθίους ἱστούς.
κατασπῶντες γὰρ αὐτοὺς αὔξουσι τὴν ἐπαναδίπλωσιν, ἣν
ἐκεῖνός φησι χρήσιμον ὑπάρχειν εἰς τὸ στασιμωτέραν γενέσθαι
τὴν κίνησιν τοῦ σπερματικοῦ περιττώματος· ἀφαιρεθέντων
δὲ, ὥς φησιν, ἀνασπᾶται. ἀλλὰ ψυγέντες γε σφοδρῶς
ἀγόνους ποιοῦσι, καίτοι κατασπᾷν γε ἔτι δύνανται.
τί ποτ’ οὖν καὶ φησιν, ὅτι καὶ σπερματικῶν ἀγγείων ἡ ψύξις,
οὐχὶ τῶν ὄρχεων αὐτῶν, αἰτία τῆς ἀγονίας ἐστί; διὰ τί τοίνυν
θλασθέντες; ὅτι συνθλᾶται, φησὶ, τὰ σπερματικά. διὰ
τί δὲ σκιῤῥωθέντες; ὅτι κᾀκεῖνα συσκιῤῥοῦνται. καὶ ὅλως
ὅ τι περ ἂν εἴπῃ τις πάθος τῶν ὄρχεων ἀγονίας ποιητικὸν,
ἐκείνου καὶ τὰ σπερματικὰ μετεσχηκέναι φησίν. ἴσως οὖν
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]