De Semine (On Semen)
Kühn 1822
ἄμεινον ἄνωθεν ἄρξασθαι τῷ λόγῳ, περί τε τῆς κατασκευῆς
πρότερον ἀκριβῶς διελθεῖν τῶν σπερματικῶν ὀργάνων, ὧν
χωρὶς οὐδὲ συνιέναι τῶν λεχθησομένων ἐστίν. ἡ μὲν οὖν
ἀρτηρία καὶ ἡ φλὲψ, ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων ὁρμηθεῖσαι,
διὰ τῶν λαγόνων φέρονται κάτω, μέχρι περ ἂν
ἐξίκωνται πρὸς τὴν καλουμένην ἐπιδιδυμίδα. μόριον δέ ἐστιν
αὕτη τοῦ ζώου, κατὰ τῆς κεφαλῆς ἐπικείμενον τοῦ ὄρχεως,
ὡς καὶ τοὔνομα ἐνδείκνυται, καὶ σύριγγες πολλαὶ διήκουσιν
ἐξ αὐτῆς εἰς τὸν ὄρχιν, ὑγροῦ ὀῤῥώδους μεσταί. ταύτῃ τῇ
ἐπιδιδυμίδι καὶ ἀρτηρία καὶ φλὲψ παραπεφύκασι κατὰ τὴν
εἰρημένην ὀλίγον ἔμπροσθεν ἕλικα, καὶ τινα βραχεῖαν ἑαυτῶν
ἀπονέμησιν αὐτῇ παρέχουσι, πρὶν ἐμφῦναι τῷ ὄρχει.
καὶ μὲν δὴ καὶ ὁ πόρος ὁ σπερματικὸς, ὃν ὀνομάζουσιν
ἔνιοι κιρσοειδῆ παραστάτην, ἐντεῦθεν ἀρυόμενος τὴν γονὴν,
ἐπὶ τὴν ἔκφυσιν ἀναφέρει τοῦ αἰδοίου. καὶ διὰ τοῦτο
οἶμαι καὶ Ἡρόφιλον οἰηθῆναι, μηδέν τι μέγα συνεργάζεσθαι
τῇ γενέσει τοῦ σπέρματος. μέχρι μὲν γὰρ ἐντὸς τῶν λαγόνων
ἐστὶν ἡ ἀρτηρία καὶ ἡ φλὲψ, ἅμα τοῖς ἄλλοις ἅπασι
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]