
De Semine (On Semen)
Kühn 1822
γενομένη διὰ μὲν τὴν ἀπόστασιν ἐχαρίσατο τοῖς σπερματικοῖς
ἀγγείοις ἀξιόλογον μῆκος, διὰ δὲ τὴν τῶν θερμοτάτων
σπλάγχνων γειτνίασιν εἰς τάχος γενέσεως οὐ σμικρὰ τῷ
σπέρματι συνετέλεσεν. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας. ὁ δ’
ἐκείνων λόγος αὐτάρκως ἐξελήλεγκται, μόνῃ τῇ θέσει τῶν
ὄρχεων ἐξεληλεγμένος οὐδὲν ἧττον καὶ δι’ ὧν ἔμπροσθεν
εἶπον, οὐχ ἥκιστα δ’ ἂν ἐλεγχθείη καὶ διὰ τῶνδε. χρὴ
γὰρ ἤδη διελθεῖν ἡμᾶς ὅ παρορῶσιν ἅπαντες σχεδὸν ἰατροί
τε καὶ φυσικοὶ φιλόσοφοι περὶ χρείας τε καὶ δυνάμεως ὄρχεων,
οὐ γινώσκοντες, ὡς ἐπὶ τῶν ἐκτμηθέντων αὐτοὺς ἄνευ
τοῦ ψαῦσαι τῆς ἐπιδιδυμίδος οὐδὲν πάσχει τὸ σπερματικὸν
ἀγγεῖον. ἀπόλλυται δὲ τῶν ζώων οὐ τὸ σπερμαίνειν μόνον,
(ἕρμαιον γὰρ ἦν τοῦτο τοῖς τῶν ἀφροδισίων ἀπέχεσθαι βουλομένοις,)
ἀλλὰ καὶ ἡ ἀνδρία τε καὶ ὡς ἂν εἴποι τις ἀῤῥενότης.
οὕτω δὲ καὶ εἰ θήλεος ζώου τοὺς ὄρχεις ἐκτέμνοις,
οὔτ’ ὀργᾷ ποτε τὸ τοιοῦτο, οὔτε προσίεται τοῦ
ἄῤῥενος ἀφροδισίου κοινωνίας ἕνεκεν ἀπόλλυσί τε, ὡς ἂν
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]