De Semine (On Semen)
Kühn 1822
εἴποι τις, τὴν θηλύτητα. τὰς γοῦν θηλείας ὗς ἐκτέμνουσιν
οἱ παρ’ ἡμῖν, οὐ μόνον ἐπὶ τῆς Ἀσίας, ἀλλὰ κᾀν τοῖς
ὑπερκειμένοις ἔθνεσιν ἄχρι Καππαδοκίας, καὶ γίνονται πᾶσαι
παραπλήσιαι τοῖς εὐνουχισθεῖσιν, ἱκανῶς εὐτραφεῖς τε
καὶ πίονες, ἥδιόν τε τὸ κρέας ἔχουσι τῶν ἄλλων θηλειῶν,
ὥσπερ καὶ οἱ ἄῤῥενες τῶν ἀῤῥένων. οὐ μὴν ὁμοίως ἀκίνδυνος
ἡ ἐξαίρεσις τῶν τῆς θηλείας ὄρχεών ἐστι διὰ τὸ χωρίον,
ἐν ᾧ κεῖνται. τοῖς γὰρ τῶν μητρῶν πλαγίοις μέρεσι
παράκεινται καθ’ ἑκάτερον, εἰς ἀρτηρίαν μὲν καὶ φλέβα,
καθάπερ καὶ οἱ τῶν ἀῤῥένων, λαμβάνοντες ἑλικοειδῶς ἐμφυόμενον
ἑαυτοῖς ἀγγεῖον σπερματικὸν εἰς ἑκατέραν τῶν κεραιῶν
περαῖνον. ἀναγκαῖον οὖν ἐστι περισχίζειν τοὺς λαγόνας
ἑκατέρους, εἴ τις ἐκτέμνειν βούλοιτο, κᾀν τούτῳ μείζων
ὁ κίνδυνος ἤπερ ἐπὶ τῶν ἀῤῥένων. ταύτην οὖν τηλικαύτην
ὑπάρχουσαν τοῖς ὄρχεσι τὴν δύναμιν οὐκ οἶδ’ ὅπως ἅπαντες
παρεωράκασι, καὶ περὶ τοῦ συντελεῖν αὐτοὺς ἢ μὴ
συντελεῖν τῷ σπέρματι ζητοῦσιν. εἶθ’ οἱ μὲν ἐσχάτως
ἐσφάλησαν, ὡς καὶ τοῦτο αὐτῶν ἀφαιρεῖσθαι, τινὲς δὲ γεννᾶσθαι
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]