De Semine (On Semen)
Kühn 1822
ἐχρῆν καὶ τοῦτο διασκέψασθαι καθ’ ὅν τινα τρόπον γίνεται.
καίτοι γοῦν οὐδ’ ἐκτέμνεται τούτων οὐδέτερος, ἀλλ’
ἀποσπῶνται μόνον ἀπὸ τῶν ὄρχεων. ὥστε εὔλογον οὐ διὰ
τὸ μένον ἔτι καὶ σωζόμενον, ἀλλὰ διὰ τὸ τελέως ἀπολόμενον
ἐκ τοῦ ζώου μόριον ἀπόλλυσθαι τὴν ἀῤῥενότητα καὶ
τὴν ἰσχύν. ἆρά σοι δοκοῦσι, καθάπερ αἱ λεῖαι τοῖς ἱστοῖς,
οὕτως οἱ ὄρχεις τοῖς σπερματικοῖς ἀγγείοις προσκεῖσθαι,
ἀλλ’ οὐχὶ μόνον ἐγγὺς ἥκειν τῇ χρείᾳ τῆς καρδίας αὐτῆς;
ἀποψύχονται γοῦν οἱ ἀπολέσαντες αὐτοὺς, ἑτέραν ἀρχὴν ἐμφύτου
θερμότητος ἀφῃρημένοι, καὶ καταπίπτει πᾶς ὁ τόνος
αὐτοῖς, ὡς εἰ καὶ γεγηρακότες ἔτυχον, οὔτ’ εὐρεῖα φλὲψ,
οὔτ’ ἀνθηρὸν αἷμα, καὶ ἀρτηρίαι μικρὸν καὶ ἀῤῥώστως
σφύζουσιν, ὥσπερ τοῖς γέρουσιν. ὥστε καὶ ῥώμης ἀρχὴ τοῖς
ζώοις εἰσὶ, καὶ θερμότητα πολλὴν ἐπάρδουσι τῷ σύμπαντι
σώματι, δι’ ἣν οἱ στερηθέντες αὐτῶν ἄτριχοι μὲν, οὐ τὰ
γένεια μόνον, ἀλλὰ καὶ τὸ σύμπαν γίνονται σῶμα, μικρὰς
δ’, ὡς εἴρηται, τὰς φλέβας ἴσχουσιν ὁμοίως ταῖς γυναιξὶν,
οὐκ ἐπιθυμοῦσιν ἀφροδισίων, ὡς ἄλλο τι μᾶλλον ἢ ζῶον
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]