
De Semine (On Semen)
Kühn 1822
ὑπάρχοντες. ὥστε ταύτῃ γε καὶ τῆς καρδίας αὐτῆς πλέον
ἔχουσιν οἱ ὄρχεις, ὡς πρὸς τῷ τὴν θερμότητά τε καὶ ῥώμην
τοῖς ζώοις παρέχειν ἔτι καὶ τῆς τοῦ γένους διαμονῆς ἐξηγοῦνται.
ταῦτ’ οὖν καὶ τηλικαῦτα παριδόντες οἱ πρὸ
ἐμοῦ φιλόσοφοί τε καὶ ἰατροὶ περὶ μικρῶν καὶ φαύλων ἐρίζουσι,
ζητοῦντες, εἰ συντελοῦσί τι πρὸς τὴν τοῦ σπέρματος
γένεσιν οἱ ὄρχεις. ἡμεῖς οὖν αὖθις ὑπὲρ αὐτῶν ἀναλαβόντες
εἴπωμεν, ὡς πρὸς τοῖς εἰρημένοις ἔτι κᾀκεῖνα τῶν ὄρχεών
ἐστιν οὐ σμικρὰ τεκμήρια τῆς ὅλου τοῦ σώματος ὑπ’ αὐτοῖς
ἀλλοιώσεως. οὐ μόνον γὰρ ἥδιόν ἐστι τὸ κρέας τῶν εὐνουχισθέντων
ἱερείων, ἀηδέστερον δὲ τὸ τῶν ἀτμήτων, ἀλλὰ
καὶ ἡ ποιότης αὐτὴ τῶν σαρκῶν ὅμοιόν τι τῇ τῶν ὄρχεων
ἔχει ποιότητι, βαρὺ καὶ βρομῶδες, ὡς ἂν οὕτω τις εἴποι,
μέχρι καὶ τῆς κατὰ τὴν ὀσμὴν ὁμοιότητος. ἄλλους μὲν οὖν
τινας ἀγνοῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδὲν, Ἀριστοτέλην
δ’ οὐκ ἐχρῆν, ἡμῖν αὐτὸν εἰρηκότα πολλάκις, ὡς μικρὰ μόρια
μεγίστων ἀλλοιώσεων αἴτια τῷ παντὶ γίνεται σώματι.
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]