
De Semine (On Semen)
Kühn 1822
τῶν ζώων γενέσεως, ἔνθα τὴν χρείαν ἐξηγούμενος ὑπὲρ
τοῦ σώζεσθαί φησι τὴν ἐπαναδίπλωσιν τῶν σπερματικῶν ὀργάνων
τοὺς ὄρχεις ὑπὸ τῆς φύσεως γεγονέναι. μικρὸν μὲν
γὰρ τοῦτο· τῆς δὲ ἰσχύος ἁπάσης τῶν ζώων ἐν αὐτοῖς ἡ
ἀρχὴ φαίνεται, καὶ τοῦτο ἦν ἀναγκαῖον ἐν τοῖς μάλιστα ζητηθεῖσι
τὴν χρείαν τῶν ὄρχεων ἐπισκεπτομένῳ. παραλιπὼν
οὖν αὐτὸ καὶ μηδὲν ἐν τῷ πρώτῳ διαλεχθεὶς, ἐν τῷ πέμπτῳ
κατὰ τὸ πάρεργον, ἡνίκα περὶ φωνῆς ὀξείας τε καὶ βαρείας
ὁ λόγος ἦν αὐτῷ, πειρᾶται δεικνύναι, ὅπως τῶν
ὄρχεων ἐκτεμνομένων ἀτονωτέρα περὶ τὰς ἐνεργείας ἡ καρδία
γίνεται. ἔχει δὲ ἡ ῥῆσις ᾧδε· Ἐκτεμνόμενα δὲ πάντα εἰς
τὸ θῆλυ μεταβάλλει, καὶ διὰ τὸ ἀνίεσθαι τὴν ἰσχὺν τὴν
νευρώδη ἐν τῇ ἀρχῇ, οἵαν ἀφίησι φωνὴν τοῖς θήλεσιν. ἡ δ’
ἄνεσις παραπλησία γίνεται, ὥσπερ ἂν εἴ τις χορδὴν κατατείνας
σύντονον ποιήσειε τῷ ἐξάψαι τι βάρος, οἷον αἱ τοὺς
ἱστοὺς ὑφαίνουσαι. καὶ γὰρ αὗται τὸν στήμονα κατατείνουσαι
προσάπτουσι τὰς καλουμένας λείας. οὕτω γὰρ καὶ ἡ
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]