
De Semine (On Semen)
Kühn 1822
ἐδίπλωσε πολλάκις ἑκάτερον τῶν ἀγγείων. ἡ γὰρ εὔχρηστος
ἀγγείων ἕλιξ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερώτερον
αὐτῆς τῶν ὄρχεών ἐστι βάρος. εἰ δὲ τοῦτο εὔχρηστον ἦν,
ἡ καρδία κατασπᾶται κακῶς. ἀλλὰ καὶ ταῦτα συγχωρήσαντες
αὐτῷ καὶ ἄλλα μυρία τοιαῦτα, τοῦ κατασπᾷν ὄντως
δυναμένου τὴν καρδίαν ἀναμνήσωμεν σπλάγχνου, τοῦ ἥπατος.
εἴπερ γὰρ ὅλως οὐκ ἐκ τῆς οἰκείας φύσεως ἔχει τὴν
εὐτονίαν, ἀλλ’ ἐξ ἐπικτήτου τε καὶ παρὰ φύσιν τάσεως
ἔχρῃζε λαβεῖν αὐτὴν, οὐδὲν ἔδει δήπου μικρὸν οὕτω σῶμα,
τὸν ὄρχιν, ἐκ μακροῦ διαστήματος ἐξάπτειν αὐτῆς δι’ ἀγγείων
μακρῶν, καὶ τούτων εἱλιγμένων, ἐχούσης τὸ ἧπαρ
ὄγκῳ τε παραπλήσιον, ἐγγυτάτω τε κείμενον, καὶ ἐξημμένον
διὰ τῆς μεγίστης ἁπασῶν τῶν ἐν τῷ σώματι φλεβῶν εὐθὺ
τῆς καρδίας, ἄνευ πάσης ἕλικός τε καὶ καμπῆς τεταμένης.
ἀποχωρήσαντες οὖν ἤδη τῶν ἐξ ἀνατομῆς φαινομένων, ὡς
φυσικὸν ἄνδρα τὸν Ἀριστοτέλην τῶν οἰκείων ἀναμνήσωμεν
δοξῶν, ἀεὶ μὲν ἤτοι τὴν ἔμφυτον θερμασίαν, ἢ τὸ πνεῦμα
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]