
De Semine (On Semen)
Kühn 1822
ἐν ἡμῖν δὲ ἐκ καρδίας μὲν εἰς ἀρτηρίας, ἐξ ἐγκεφάλου δὲ
εἰς νεῦρα. τί δὴ θαυμαστόν ἐστι, κᾀκ τῶν ὄρχεων εἰς
ὅλον τὸ σῶμα διαδίδοσθαί τινα δύναμιν, οἵα τοῖς μὲν
νεύροις αἰσθήσεώς τε καὶ κινήσεως ἐξ ἐγκεφάλου, ταῖς δ’
ἀρτηρίαις τοῦ σφύζειν ἐκ καρδίας; ἥτις δύναμις ἐν μὲν
τοῖς ἄῤῥεσιν εὐρωστίας τε καὶ ἀῤῥενότητος, ἐν δὲ τοῖς θήλεσιν
αὐτῆς τῆς θηλύτητός ἐστιν αἰτία. καὶ διὰ τοῦτο
ὁμοιοῦται τὸ θῆλυ ζῶον ἐκτμηθὲν τοὺς ὄρχεις εὐνουχισθέντι
τῷ ἄῤῥενι. τὰ μὲν γὰρ ἄλλα σύμπαντα μόρια
τὰς αὐτὰς ἔχει δυνάμεις ἐν ἀμφοτέροις· ὅπερ δὲ ἐξαίρετον
ἦν ἐν ἑκατέρῳ, δι’ ὃ τὸ μὲν ἄῤῥεν αὐτῶν ὑπῆρχε, τὸ δὲ
θῆλυ, τοῦτο ἀποτελέσαντα τὸ κατάλοιπον ἑαυτῷ ἔσχε ταὐτὸν,
ὡς εἰ κατ’ ἀρχὰς ἐγεγόνει μήτε θῆλυ, μήτε ἄῤῥεν,
ἀλλά τι τρίτον, διαφέρον μὲν ἀμφοῖν, οὐδέτερον δὲ ἐκείνων.
πάλιν οὖν ἀναμνήσωμεν ὧν πολλάκις ἐπεδείξαμεν, ὡς ἕκαστον
τῶν μορίων ἐκ τῶν φλεβῶν ἕλκει τὸν οἰκεῖον ἑαυτῷ
χυμὸν ἄχρι καὶ τῶν περιττωμάτων. οὕτως ἐδείκνυντο καὶ
οἱ νεφροὶ τὸ οὖρον ἐπισπώμενοι, καὶ ἡ χοληδόχος κύστις
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]