
De Semine (On Semen)
Kühn 1822
τὴν χολήν. ἕλκουσιν οὖν καὶ οἱ ὄρχεις τὸ ὑγρὸν τὸ θορῶδες,
ὃ προπαρασκευάζουσιν αὐτοῖς αἱ τῶν ἀγγείων ἕλικες.
εἶτ’ ἀπολαύσαντες αὐτοῦ τῆς ποιότητος, αὐτοί τε μεταδόντες
ἐν τούτῳ τῷ χρόνῳ τῆς ἑαυτῶν, ὀλίγον ὕστερον ἐναποτίθενται
τοῖς σπερματικοῖς πόροις τὸ περιττὸν, οἱ δ’
ἀποκρίνουσιν ἐκτὸς ἐν ταῖς συνουσίαις. εἰ δ’ ἀμετρότερόν
τις λαγνεύοι, συνεχέστερον ἕλκοντες ἐκ τῆς τῶν
ἀγγείων ἕλικος οἱ ὄρχεις τὸ σπέρμα, τελέως ἐκκενοῦσιν
αὐτά. καὶ εἰ ἀνατέμοις τὸ τοιοῦτο ζῶον, οὐχ εὑρήσεις ἐν
αὐτῷ θορῶδες ὑγρόν· ὥσπερ αὖ πάλιν ἀφροδισίων ἀπεσχημένον
ἀνατεμὼν ζῶον εὑρήσεις πλεῖστόν τε καὶ πάχιστον
σπέρμα. βουλοίμην δ’ ἂν οὖν καὶ σὲ τὸν ὁμιλοῦντα τοῖσδε
τοῖς γράμμασι, κᾂν νῦν γοῦν ἀλήθειαν τιμήσαντα, βασανίσαι
τὰ λεγόμενα, μὴ κατὰ τὸ πάρεργον, οὐδὲ γὰρ
οὕτως εὑρέθη, ἀλλὰ πρῶτον μὲν ἐπὶ τὰς ἀνατομὰς ἐλθόντα,
καὶ θεασάμενον ἀκριβῶς, ὅσα εἴρηται τῶν ἔμπροσθέν
τε καὶ μάλιστα αὐτῶν ὧν δὴ νῦν πέπαυμαι λέγων,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]