De Semine (On Semen)
Kühn 1822
ὡς τοῖς μὲν ἀπεσχημένοις ὁμιλίας τῆς πρὸς τὸ θῆλυ ζῶον
ἅπαντα σπέρματός εἰσι μεστὰ, πρῶτον μὲν ὁ κιρσοειδὴς
παραστάτης, εἶθ’ ὅλον τὸ σπερματικὸν ἀγγεῖον, εἶτ’ ἐπιδιδυμὶς,
εἶθ’ ὅλος ὁ ὄρχις, εἶθ’ ἡ τῶν ἀγγείων ἕλιξ· εἰ
δέ τις συνεχέσι λαγνείαις ἐξεκένωσεν ἅπαν τὸ σπέρμα, τούτου
τοῦ ζώου μήτ’ ἄλλο τι μόριον ἔχειν σπέρμα, μήτε τὴν
ἕλικα. κατὰ τοῦτον οὖν τὸν καιρὸν οἱ ὄρχεις ἕλκουσιν ἐκ
τῶν ὑπερκειμένων φλεβῶν ὅσον ἐν αὐταῖς περιέχεται θορῶδες
ὑγρόν. ἔστι δ’ ὀλίγον τοῦτο καὶ δροσοειδῶς ἀναμεμιγμένον
τῷ αἵματι· τοιούτου δ’ ἐδείχθησαν κᾀκεῖναι δεόμεναι.
βιαίως οὖν ἀφαιρούμενον πρὸς τῶν ὄρχεων αὐτῶν,
σφοδροτέραν ἐχόντων δύναμιν, αὗται τῶν ὑπερκειμένων ἀντισπῶσιν,
αἱ δ’ αὖ πάλιν αὐτῶν ἐφεξῆς, εἶτ’ ἐκεῖναι τῶν
ἐχομένων, καὶ τοῦτο οὐ παύεται γινόμενον, ἄχρι περ ἂν
εἰς μοῖραν πᾶσαν τοῦ σώματος ἡ μετάληψις ἐξικνῆται, ὥστε
τὰ καθ’ ὅλον τὸ ζῶον μόρια κενοῦσθαι τῆς οἰκείας τροφῆς.
ἀντισπᾷ γὰρ ἀεὶ τὸ τελέως ἐκκενωθὲν ἐκ τοῦ πλέον
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]