
De Semine (On Semen)
Kühn 1822
μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμούσης, καὶ
ἁθροίζεται καὶ παχύνεται θερμαινομένη. καὶ τὰ ἄλλα
ἐφεξῆς διδάσκει κατὰ λόγον, ὅπως ἐκ συναμφοτέρας τῆς γονῆς
μιχθείσης ἡ γένεσις ἀποτελεῖται τῶν ἐμβρύων. Ἡρόφιλος
δὲ οὐκ οἶδ’ ὅπως ἐκτὸς ἐκχεῖσθαί φησι τὸ τῶν θηλειῶν
σπέρμα, καίτοι γε περὶ τῶν ὄρχεων ἀκριβῶς ἔγραψε
κατὰ αὐτοὺς ἐν τῷ τρίτῳ τῆς ἀνατομῆς, ἐν ἀρχῇ μὲν ὧδέ
πως εἰπών· Ἐπιπεφύκασι δὲ τῇ μήτρᾳ καὶ δίδυμοι ἐκ τῶν
πλαγίων, ἐξ ἑκατέρου μέρους, ἐπ’ ὀλίγον διαφέροντες τῶν
τοῦ ἄῤῥενος. ἔπειτα ἐν τοῖς ἐφεξῆς οὐ μετὰ πάνυ πολλὰ
κατὰ τήνδε τὴν ῥῆσιν· Δίδυμοι δὲ ταῖς θηλείαις ἐπιπεφύκασι
πρὸς ἑκατέρῳ τῷ ὤμῳ τῆς μήτρας, ὁ μὲν ἐκ τοῦ
δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου, οὐκ ἐν ἑνὶ ὀσχέῳ ἀμφότεροι,
ἀλλ’ ἑκάτεροι χωρὶς, λεπτῷ τινι καὶ ὑμενοειδεῖ ὑμένι περιεχόμενοι,
μικροὶ καὶ ὑποπλατεῖς, ἀδέσιν ὅμοιοι, κατὰ μὲν
τὸν ἐν κύκλῳ χιτῶνα νευρώδεις, τῇ δὲ σαρκὶ ἄθρυπτοι,
ὥσπερ καὶ οἱ τῶν ἀῤῥένων. ταῖς δὲ ἵπποις καὶ πάνυ εἰσὶν
εὐμεγέθεις. προσπεφύκασι δὲ ὑμέσιν οὐκ ὀλίγοις πρὸς
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]