
De Semine (On Semen)
Kühn 1822
τὸ γενόμενον. ἡ γὰρ ὁμοιότης ἐκ τῆς τῶν μορίων γίγνεται
διαπλάσεως, οὐ κατὰ τὸ κοινὸν εἶδος, ἀλλὰ κατὰ τὰς ἐγγινομένας
αὐτῷ διαφορὰς, ὡς τό γε κοινὸν εἶδος ἄνθρωπον
ποιεῖ, καὶ ἵππον, καὶ βοῦν, ἡ δὲ κατὰ τὰ μόρια διαφορὰ
σιμὸν καὶ γρυπὸν ἐργάζεται, κατὰ τοῦτο δὲ ὅμοιον ἢ ἀνόμοιον
τοῖς γονεῦσιν. αὖθις οὖν ὑποθώμεθα, τὴν τοιαύτην
διάπλασιν ἐκ τῶν σπερμάτων γίγνεσθαι. ἀλλ’, εἴπερ σπερμαίνει
μόνον τὸ ἄῤῥεν, οὐκ ἄν ποθ’ ὅμοιον γένοιτο τῇ
μητρὶ τὸ ἔγγονον. ὥσθ’ ἑκατέρωθεν ὁ λόγος ἄπορος. εἰ
μὲν γὰρ ὑπὸ τῆς δυνάμεως, ὅπερ ἐστὶν ὑπὸ τοῦ σπέρματος,
ὁμοιότης ἀποτελεῖται, τοῖς ἄῤῥεσι μόνοις ὁμοιωθήσεται τὰ
ἔγγονα, τῇ μητρὶ δ’ οὐδέποτε οὐδὲν ὅμοιον γενήσεται· εἰ
δ’ ἐκ τῆς ὕλης, ὅπερ ἐστὶ τοῦ καταμηνίου, τοῖς θήλεσι μόνοις,
οὐδὲν δὲ οὐδέποτε ὅμοιον ἔσται τῷ πατρί· καὶ μὴν
ἑκατέροις ὁμοιούμενα φαίνεται· ὥστε κενεῶς χρῶνται τῶν
λημμάτων. τὸ μὲν γὰρ σχῆμα τοῦ λόγου συλλογιστικὸν οὐδεὶς
ἀγνοεῖ τῶν γε κᾂν βραχύ τι περὶ ἀποδείξεως μεμαθηκότων.
ὅπως δὲ σαφέστερον ἔτι ᾖ καὶ τοῖς βραχύ τι γεγυμνασμένοις,
Work
Title: De Semine
English: On Semen
Original: Περὶ σπέρματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 512-651
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_036.xml [271 Kb]